Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 33: To the Same

λγ΄. Τῷ αὐτῷ.

Ηὐχαρίστησα τῷ κυρίῳ ὁ ταπεινὸς ἰδὼν τὸν ἀδελφὸν Προτέριον, μεμεριμνημένος ὢν περὶ τῆς διασώσεως αὐτοῦ· οἶδα ὅτι παρὰ κυρίου αὕτη τοῦ παροράσει τῶν ἁμαρτιῶν μου, πρὸς τὸ τῶν ἀδελφῶν ὄφελος εὐοδοῦντος τὴν εἴσοδον καὶ τὴν ἔξοδον αὐτοῦ, καὶ οἷον ἐκ μέσου πυρὸς ἀφλέκτως αὐτὸν διαβαίνειν παρασκευάζοντος· οἷα δὲ καὶ τὰ νῦν ἀναγγελθέντα εὖ τε καὶ ὡς ἑτέρως ἔχοντα· ἀλλ᾽ ἐν μὲν τοῖς πρώτοις χαρὰ, εὐχαριστία· μάλιστα ὅτι καὶ γυναῖκες ἀνδρίζονται κατὰ τοῦ διαβόλου· ἐν δὲ τοῖς δευτέροις λύπη καὶ στεναγμός· πῶς γὰρ οὐχὶ ἀνιῶεν ἡμᾶς πτώσεις ἀδελφῶν, καὶ τοσοῦτον ὅσον εὐοδοῦται καὶ ἡ λαοπλάνος αἵρεσις; ἀλλ᾽ ὅμως φέρειν ἀναγκαῖον, ἀτρέπτους ἡμᾶς διαμένοντας ἐκ τῆς ἀγάπης τοῦ Χριστοῦ· κἂν ἔτι καὶ ἔτι, ὅπερ καὶ τὸ εἰκὸς ἔχει, χαλεπάτερα εἴη τὰ τῶν χριστιανῶν, καλῶς ἡμᾶς ἀσφαλίζῃ· ἀλλ᾽ οὐκ οἶδ᾽ ὅπως τὸ φυλάξαι ἀπὸ τῆς συγκοίτου σου προήγαγες· σύγγνωθι ἄρτι ἀδελφὲ τὸ λαλεῖν καὶ μὴ σιωπήσῃς, ὅτι λαός μοι πολύς ἐστιν χρεία· ἐκεῖνο, πρὸς τοὺς ἀλλοτρίους τῆς πίστεως, τοῦτο πρὸς τοὺς ὁμογνώμονας· ἐγὼ δὲ ὁ τάλας σχετλιάζω ἑκάστοτε φόβῳ συνεχόμενος κρίματος θεοῦ, ὅτι οὐκ ἐπιστέλλω καὶ μὴ δεχόμενος γράμμα· ἀγάπης γὰρ θεοῦ ἔργον τοῦτο· τὸ δὲ σιωπᾶν καὶ τὸ καθ᾽ ἑαυτὸν ἕκαστον σκοπεῖν, ἀκίνδυνον· οὐ μόνον οὐκ ἔχει τὸ τὸν πλησίον ἀγαπᾶν, ἀλλὰ καὶ σάθρωσιν ἐργάζεται ψυχῆς τῷ οὕτω ποιοῦντι· διὰ τοῦτο μέσως πῶς χωρῷ· καὶ τοῦτο μετὰ βουλῆς καὶ συγκρίσεως τῶν συνόντων μοι· τοσοῦτον ἀκριβαζόμενος, ὅσον μὴ παροργῆσαί με τὸν θεὸν καὶ ἐκπεσεῖν ἀληθείας πρὸ τῆς τῶν ἐχθρῶν τοῦ θεοῦ ἐπιχειρήσεως· σκοπῶν κἀκεῖνο, ὁπόσον με δεῖ πρὸς τοὺς ἄλλους διαγωνίζεσθαι· καὶ εὑρίσκων τριπλοῦν καὶ μηδὲ τὸ ἁπλοῦν ἴσως ἀποπληρῶν· ἐπεὶ καὶ γέγραπται ὅτι ᾧ παρέθετο πολὺ, περισσότερον ἀπαιτήσουσιν· πλὴν γράφε, τέκνον μου, καὶ ἀσφαλίζου· οὐ γὰρ βαρέως φέρω, ἀλλὰ πάλιν τὸ δέον ὑποφαίνοιμί σοι· ὁ δὲ θεὸς τοῦ πατρός μου ἐπίδοι ἐπὶ πᾶσιν οἷς ποιοῦμεν καὶ πράττοιμεν εἰς εὐαρέστησιν αὐτοῦ εἶναι· ἔῤῥωσο καὶ σώζοιο, τέκνον πολυπόθητον.

· Contents ·