Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 34: To the Same

λδ΄. Τῷ αὐτῷ.

Ἐν τοῖς πρὸς τὸν ἀδελφὸν ἀρχιεπίσκοπον γράμμασιν, ἱκανῶς ἀποκλαυσάμενος τὸν θάνατον τοῦ μακαρίου μου Καλογήρου, τέκνον, ἠγαπημένον, οὐκ ἔχω νῦν τι λέγειν ἢ ὅτι σκεῦος ἐκλεκτὸν ἦρεν ὁ θεὸς ἀφ᾽ ἡμῶν· οὐ τὴν ἀρετὴν διηγεῖσθαι, ἔργον ἐμοὶ εὐχῆς καὶ οὐ τοῦ παρόντος καιροῦ· ἄλλως τε, τοῦ τε γραμματοφόρου σπεύδοντος, κἀμοῦ ὄντος τῷ πάθει τετρυχωμένου· γινώσκειν σε γὰρ βούλομαι, τέκνον, ὅτι λίαν ἤψατό μου ἡ λύπη τῆς καρδίας, καὶ κεκένωκα δάκρυα ὀδυνηρὰ, μήπω θεασάμενος αὐτοῦ τὴν κοίμησιν· ἀλλὰ πάλιν θάττον εὐθύμησα πολλὰ εὐχαριστήσας τῷ ἀγαθῷ μου θεῷ, ὅτι δι᾽ αὐτὸν κεχωρισμένος ἔτυχον, αὐτοῦ τε τοῦ μακαρίως κοιμηθέντος καὶ ὑμῶν· ὁ μὲν οὖν τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος ὡς ἴσασι πάντες, καὶ ἐπὶ τέλει τὸν τοῦ διὰ κύριον διωγμοῦ, μακαρισμῷ οἷα θεόπλοκον στέφανον κομισάμενος, ἐῶ γὰρ τὰ πολλὰ λέγειν, ἐξεδήμησε καταλαβὼν τὸν μακάριον ἡμῶν πατέρα, σὺν τοῖς ἀοιδίμοις ἀδελφοῖς, στάσεως καὶ ἀναπαύσεως ἀγγελικῆς θαρῥῶ λέγειν καταξιωθείς· ἡμῖν δὲ ἄρτι ἀγὼν, τέκνον, μὴ ἀπολειφθῆναι τῶν καλῶν πατέρων· διὸ στῶμεν κραταιῶς πηδαλιουχούμενοι ταῖς εὐχαῖς αὐτῶν· καὶ ἀγαθὸς ὁ θεὸς κατευθύναι ἡμᾶς εἰς τὸν ἐκείνων λιμένα· εἶδον τὸν καλὸν Γαϊανὸν, καὶ ἀνεπάην ἐρωτήσας καὶ ἀκούσας ὅσα ἐζήτουν μαθεῖν· ἐλυπήθην μαθὼν ὅτι τῇ λύπῃ τοῦ θανάτου πάλιν ἠνιάνθης· καὶ πρόσχες τῇ περιποιήσει ἑαυτοῦ λίαν· περὶ τῶν ἄλλων ἐσήμανας καλῶς.

· Contents ·