Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 35: To the Same

λε΄. Τῷ αὐτῷ.

Παντὶ προλαμβάνεις, τέκνον μου, πάντως θεοῦ εὐοδοῦντος· ἅμα γὰρ τὸ πιττάκιον, καὶ ὁ βασιλικὸς ἐπέστη ἀναγγείλας ἡμῖν ὅσα ἐρωτήθη· οὐ μὴν ἀλλὰ καὶ ἅπερ ἐπετράπη παρὰ τοῦ βασιλέως· ἦν δὲ ταῦτα· ἐὰν εὕρῃς ὅτι ἐδίδαξεν τινὰς, ἢ ὅτι λέγει διδάσκειν ἔχω, δῆρον αὐτὸν, ρ΄, κορδάτα· ὁ μὲν ἄνθρωπος καὶ ταῦτα μετ᾽ αἰδοῦς ἔφη, ἐξαιτῶν καὶ συγγνώμην τῆς λαλιᾶς· ἐγὼ δὲ ἀπεκρίθην· ὅτι ὦδε ὅπου περιώρισμαι, οὐκ ἔχω τίνι διαλέγεσθαι πλὴν κἂν τοῖς ὀρνέοις· καὶ ἁπλῶς ὡς ἐδήλωσα διὰ τοῦ ἐξορίσαντός με· τὰ αὐτὰ καὶ διὰ τοῦ κυροῦ Λέοντος· ὁ δὲ παρῃτήσατο οὕτως εἰπεῖν· εἶπον οὖν αὐτῷ, ὅτι ἐγὼ μὲν οὕτως καὶ ἑτοίμως ἔχω ἐκδύσασθαι· αὐτὸς δὲ, ὡς οἶδας· ἐν τούτοις καὶ ἀπέλυσα τὸν ἄνδρα.

Ἐχάρην δὲ διὰ τὸ ἀπολυθῆναι τὸν ἀρχιεπίσκοπον καὶ τοὺς ἀδελφούς· εἶχον ἐπιστεῖλαι αὐτῷ, ἀλλὰ διὰ τὸν πειρασμὸν παρῃτησάμην· τοῦτο οὖν ἀπολόγησαι αὐτῷ· καὶ γὰρ ὡς ἐν πειρασμῷ, αὐτὸν περιώρισεν ἐν τοῖς αὐτόθι· καὶ οἶδα ὅτι λυπεῖται καθώς μοι καὶ ὁ βασιλικὸς εἶπεν, ἀλλὰ ὡς ᾠκονόμησεν ὁ κύριος· προσαγόρευσον αὐτὸν γνησίως, καὶ παρακάλεσον εὔχεσθαι περὶ τῆς ταπεινώσεώς μου· ὁμοίως τοὺς μετ᾽ αὐτοῦ ἀδελφούς μου καὶ τέκνα, ἐξαιρέτως τὸν πρωτοπρεσβύτερον καὶ τὸν ἀββᾶν Τιμόθεον· μόχθησον καὶ αὐτὸς τὸ εἰς δύναμιν, καὶ οἱ περὶ τὸν ἀββᾶν Τιθοῖν, ἀναπαῦσαι αὐτὸν, ὁρῶντες αὐτὸν ὡς ἐμέ· ἵνα δὲ ἔχῃς τὴν εἴδησιν ὅτι τῷ κυρῷ Ἰσακίῳ οὐδὲν ἕτερον ἔγραψα, ἢ ὅτι τὸν μισθὸν τῆς ἐπισκέψεως ὁ θεὸς δῴη σοι, ὅτι μόνος αὐτός μοι ἔγραψας, καὶ εὔχου ἵνα κἂν μίαν ἡμέραν εὐαρεστήσω τῷ θεῷ· εἴτε οὖν διὰ τοῦτο εἴτε διὰ ἄλλο ἕνεκεν Χριστοῦ, ἐκεῖνο ἔχω λέγειν, ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος· κἂν παντὶ τρόπῳ φεύγω τὸν πειρασμὸν φειδοῖ τῆς ἐμαυτοῦ ἀσθενείας, ὑμῶν τε καὶ αὐτῶν τῶν δρώντων· τούτῳ οὖν τῷ τρόπῳ καὶ αὐτὸς διαγενοῦ ἐν τῇ πρὸς ἐμὲ μάλιστα διακονίᾳ καὶ γράφων καὶ πέμπων, ὅσον σκοπεῖς ὅτι θέλημα θεοῦ ἐστιν· μετὰ τούτου πάντα μοι ἐφετὰ, κἂν πῦρ ἀπειλῇ ὁ κρατῶν, κἂν ξίφος, κἂν θήρας, κἂν ὁτιοῦν· οὐχ ὅτι δυνατῶς ἔχω· εἰμὶ γὰρ ἀράχνης ἀδρανέστερος· ἀλλ᾽ ὅτι βούλεται θεὸς, οὕτω πάντα χριστιανὸν διατίθεσθαι· ὅμως ὅτι οἰκονομικῶς ἐγένετο τὸ γεγονός· ἠσφαλίσαντο γὰρ οἱ φύλακες, καὶ ὁ γέρων ὁ ὢν ἐνταῦθα καὶ ὁ μοναχός· ἔχομεν τὸν θεὸν καὶ τὰς εὐχὰς ὑμῶν· καιρῷ εὐθέτῳ δήλωσον ποῦ διεσπάρησαν οἱ ἀδελφοί· καὶ εἰ ἐδέξαντο τὰ γράμματα οἱ δέκα καὶ οἱ ἑπτά· καὶ εἰ ἔστι δυνατὸν πέμψαι εἰς τοὺς δέκα ὡς εἴπαμεν· πολλὰ οἱ συνόντες μοι ἀσπάζονται.

· Contents ·