Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 36: To the Same

λϛ΄. Τῷ αὐτῷ.

Τῷ ὄντι, τέκνον, ἤσχαλλον ἐν τῇ βραδύτητι· ἀλλ᾽ ὅτι ὁ χειμὼν ἐπέκειτο, οὐκ ἠγανάκτουν· νῦν δὲ καὶ ὁμοῦ μὲν τὴν ἐπιστολήν σου, ὁμοῦ δὲ καὶ τὸν ἀδελφὸν ἀπολαβὼν, καὶ ἀμφοτέρωθεν μεμαθηκὼς τὰ ζητούμενα, ηὐχαρίστησα τῷ κυρίῳ τῷ εὐδοκήσαντι ὑπὲρ ἀληθείας ἐξωρισθῆναι τὸν καλὸν ἡμῶν ἀδελφὸν καὶ πατέρα, τὸν ἀρχιεπίσκοπον δὴ λέγω, σὺν τοῖς λοιποῖς ἀδελφοῖς καὶ πατράσι· κάμνετε ὑμεῖς ἀδολεσχοῦντες ἐπὶ τῇ προσδοκουμένῃ μεταστάσει, ἀλλ᾽ οὐδὲν ἄμισθον· στέργετε ἐν κυρίῳ, καὶ ὅτε κελεύει· καλὸν δέ ἐστιν ἀποπλεῦσαι ἐν τῇ πόλει ἐν εὐδίᾳ μόνον τὸν ἀδελφὸν Προτέριον· ἵνα εἰ καὶ μή τις ἄλλος, ἀλλὰ οἱ πρὸς οὓς ἄρτι ἐπέστειλα δέξωνται τὰ γράμματα· κἂν μὴ ἔλθῃ ἐνταῦθα, ἔχει τὴν ταπεινὴν εὐχὴν ἡμῶν· διεταξάμεθα αὐτῷ περὶ πάντων· ἐπιτετηρημένως ἔστω πῶς εἰσίει ἐν τῇ πόρτῃ, πῶς ἀποδίδοι τὰ γράμματα· μὴ ὡς ἔτυχεν παῤῥησίᾳ περιπατῶν· ἔστω οὖν ὁ κύριος σκέπων αὐτὸν δι᾽ εὐχῆς τοῦ πατρὸς ἡμῶν· περὶ τοῦ παροικονόμου ἐὰν ἔλθῃ ὑπεμνήσειας, τέκνον, ὡς συνορῶμεν καὶ ἡμεῖς καλὸν εἶναι ποιοῦμεν, εἴ τι πάλιν μάθοις διὰ τοὺς πατέρας, καιρῷ εὐθέτῳ γράφοις ἡμῖν· καὶ τέως μὴ κατεπειχθῇς μὴ ἀναγκαῖόν τι πέμψαι διὰ τὸ χειμέριον εἶναι τὸν καιρόν· ὁπότε ὁ ἀδελφὸς Τιμόθεος ἀποκινεῖ, μάθοιμι ἵνα ἄρῃ γράμματα· ὁ θεός σε τέκνον σκεπάσει ἐν πᾶσιν· οἱ ἀδελφοὶ προσαγορεύουσιν, τὸ Δ καὶ τὸ Λ ἐξ ἡμῶν.

· Contents ·