Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 37: To the Same

λζ΄. Τῷ αὐτῷ.

Καλῶς ἐποίησας, τέκνον μου θεοπόθητον, τὸν ἀδελφὸν ἀποστείλας ἄγγελον ἀγαθόν· οὗ τῇ θέᾳ ὁμοῦ τε καὶ τῇ ἀγγελίᾳ εὐθυμήσαντες εὐχαριστήσαμεν τῷ κυρίῳ· ἔδοξας δὲ ἀρκεῖσθαι ζώσῃ φωνῇ μαθόντας ἡμᾶς, μὴ χρήζειν ἐπιστολιμαίου λόγου· καὶ οὐχ οὕτως ἔχει· καί τοι οὐδὲ διὰ στόματος ἔδωκας ἡμῖν ἀπόκρισιν περὶ ὧν ἐρωτήσαμεν· τοῦ τε εἰ δυνατὸν ἐπιστεῖλαι τοῖς ἐξορισθεῖσιν ἐπισκόποις, καὶ τοῦ εἰ καλὸν διὰ ἰαμβικῶν μέτρων ποιῆσαι κατὰ εἰκονομάχων· οὐ τοσοῦτον δι᾽ ἄλλων ὠφέλειαν, ὅσον δι᾽ οἰκείαν, εἰς τὸ ἀντιπερισπᾶσθαι τὸν νοῦν μου ἐξελκόμενον ἐκ τῶν ἀτόπων· γράφε τοιγαροῦν ὁσάκις παραγένηταί τις, κἂν μὴ ἄλλο τί, ὅτι ἔῤῥωσαι καὶ σώζονται οἱ ἀδελφοί· θέλω γὰρ τὴν μικράν σου προσηγορίαν, ὡς οὐκ ἄλλων τοὺς μακροὺς λόγους· ποῦ γὰρ καὶ ἀναπνέω, ἀλλ᾽ ἢ πλὴν σοῦ τῆς καρδίας μου; ἀναγκαῖον δέ ἐστιν αὖθις ἀποσταλῆναι τὸν Προτέριόν μου ἐν τοῖς ἐν ἄστει, ἐπὶ διαγνώσει τῶν ἀδελφῶν ἡμῶν· κομιζόμενον ὡς δοκῶ εἶναι καλὸν καὶ γραμματεῖον σου πρὸς τοὺς περὶ τὸν ἀββᾶν Γρηγόριον, ἐπαλείφων αὐτοὺς εἰς εὐσθένειαν· δέον γὰρ καὶ ἄλλους τοῦτο ποιῆσαι, μή τι γε ἡμᾶς· ἐγὼ δὲ τέως ὑπεστάλην, δέει τῆς διαγνώσεως· πρὸς δὲ τοὺς εἰς τὰ Στουδίου ὄντας λόγους παρακλητικοὺς διὰ στόματος· καὶ ὡς εὐχόμενος εἰμὶ ἐγὼ περὶ αὐτῶν καὶ ἀγωνιῶν· μὴ δείσῃς, τέκνον· ὁ Χριστὸς μεθ᾽ ἡμῶν ἐὰν καὶ πορευθῶμεν ἐν μέσῳ σκιᾶς θανάτου· ἔρχεσθαι ὦδε τινὰς ἐμοὶ τί δηλοῖς; οὓς πέμπεις, ὁρῶ· τίνα, οὐ ζητῶ· καλῶς γὰρ ἀσφαλίζῃ· ὅρα διά τε τοῦ ἀδελφοῦ Ἀδριανοῦ καὶ τοῦ Χελανδίου τίνα πέμποις καὶ πότε· δῆλον ὅτι καὶ ἀναγκαῖον καὶ ἀναγκαίως· περὶ σοῦ γὰρ τέως στέρξον, καὶ ὡς ὁ κύριος εὐοδοῖ· ἀναγίνωσκε, ἔχε ἔργον, εὔχου θερμῶς· ὁ κύριος σε σώσει· προσαγορεύω τὸν Κάλλιστόν μου· προσαγορεύουσίν σε οἱ σὺν ἐμοί.

· Contents ·