Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 38: To the Same
λη΄. Τῷ αὐτῷ.
Ἀπό τε τῆς πρώτης καὶ δευτέρας σου ἐπιστολῆς, ἤσθην τέκνον μου καὶ ὑπερήσθην καὶ τὸ σταθερὸν τῆς ψυχῆς σου, καὶ τὸ ἀνενδοίαστον τῆς πίστεώς σου, καὶ τὸ πρὸς πᾶν ὁτιοῦν καρτερικὸν καὶ εὐπρόθυμόν σου· καὶ χάρις κυρίῳ τῷ ὀχυροῦντι καὶ βεβαιοῦντί σε εἰς τὸν φόβον αὐτοῦ· οἰκονομῶν ᾠκονόμησεν ὁ κύριος ἕως τοῦ παρόντος ἀφύλακτόν σε εἶναι, ἵνα αἱ δέουσαι διακονίαι τελεσθῶσιν· ἴδον καὶ τὸν καλὸν Γαϊανὸν, καὶ ἐτράφην τὴν ψυχὴν ἐκ τῆς περὶ τῶν δέκα ἐξηγήσεως· ἓν ἐλυπήθην περὶ τῶν δύο ἀδελφῶν τῶν ἀπὸ τῆς πελεκιτῆς ποτὲ, ὅτι οὐχ ὡς μέλη ἡμῶν καὶ ἀδελφοὶ ἐδιοικήθησαν· ἀλλ᾽ εἰ δυνατὸν καὶ ὅσον ἀπαιτεῖ ἡ ἀγάπη τοῦ θεοῦ διοικηθείτωσαν. Ἀπεδεξάμην πάντα καὶ τὰ νῦν σταλέντα· ἀνεπάην εἰς τὰς μεμβράνας, εἰς πᾶν ὁτιοῦν· ἀνταναπαύσειεν σε ὁ κύριος, τέκνον μου, ἐν τῇ βασιλείᾳ αὐτοῦ· ἐκδεχόμενοι τοὺς αἱρετικοὺς κάμνετε, ἀλλὰ καὶ τοῦτο εἰς δοκιμὴν ὑμῶν· συναντιλαβοῦ τῷ ἀδελφῷ Τιθοίῳ, κατανύγητι· ἐπειδὴ γέγραπται, ἀδελφοὶ ἐν ἀνάγκαις ἔστωσαν ἡμῖν χρήσιμοι· ὃν καὶ ἐξ ἐμοῦ προσαγόρευσον· παρακαλῶ δὲ καὶ αὐτὸν κἀκεῖνον, ἵνα ὡς ἐν πᾶσιν κοπιᾶτε, ἔτι καὶ εἰς τὸν ἀδελφὸν ἡμῶν τὸν ἀββᾶν Πέτρον ἐνδείξησθε διάθεσιν ἁρμόζουσαν, καὶ ποιῆτε αὐτῷ τὰ πρὸς χρείαν κατὰ τὸ δυνατόν· ἐδήλωσε γάρ μοι ὅτι ἀπρονόητον αὐτὸν ἐάσατε· ὑπὲρ πάντας καὶ ὡς κελεύετε ἐξ ἡμῶν τὸν ἀδελφὸν Δομετιανὸν καὶ τὸν παροικονόμον προσαγόρευσον· ὃν καὶ εἰπὲ ὅτι ἐδεξάμην σου τὰ γράμματα· ὁ θεὸς συγχωρήσει σοι ἐν πᾶσιν· ὁ Χριστὸς μετὰ πάντων ὑμῶν.