Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 39: To the Same

λθ΄. Τῷ αὐτῷ.

Τὸν ἀδελφὸν Σιλουανὸν ἅμα τῷ Δωροθέῳ εὐδοκίᾳ Χριστοῦ, τέκνον μου ἠγαπημένον, εἶδον· εἶπον δὲ εὐδοκίᾳ, ἐπειδὴ οὐκ εἰς κακὸν οὐδ᾽ εἰς ἄκαιρον ἐληλύθασι, κἂν ἐγὼ κακὸς, πρὸς πατέρα αὐτῶν παραγενόμενοι καὶ ἐν καιρῷ τοιούτῳ· εἶδον μετὰ ἀσφαλείας ὥσπερ καὶ ἦλθον, ἀσυμφανῶς πῶς συνοψισθέντες μοι· οἷς καὶ παρήγγειλα μηδαμοῦ ὡς ἔτυχεν ἐκφερομυθῆσαι τὴν συνόψησιν· ἐν οἷς καὶ ἀπέστειλα αὐτοὺς μετ᾽ εἰρήνης, εὑρὼν τὸν Σιλουανὸν ὡς ἐπόθουν· ὃν καὶ αὐτὸς ἐρχόμενον πρὸς σὲ μετὰ τοῦ καλοῦ Δωροθέου, ἐξ οἰκείας ὁρμῆς καὶ προθέσεως ἀδελφικῶς πρόσδεξαι φιλοῦντα σε λίαν καὶ σεβόμενον· οὐδὲ γὰρ ὡς ἤκουσας παρεποιήσατο τὴν πρὸς σὲ πρῶτον ἄφιξιν· πλὴν στόματι ἀπολογεῖται· ἐτύπωσα δὲ αὐτὸν κατὰ τὸ κάθισμα αὐτοῦ, καὶ ἁπλῶς ἀμεριμνίαν ἔσχον, ἐν πάσῃ ταπεινώσει ὄντος αὐτοῦ· ὅπως δὲ ἀπεκίνησεν ὁ ἀρχιεπίσκοπος καὶ δι᾽ αὐτοῦ μαθὼν ἀνέθην, περί τε τῶν ἔτι κρατουμένων ἀδελφῶν ἡμῶν· τὰ αὐτὰ ἄρτι ζητῶ μαθεῖν καὶ περὶ τοῦ ἀδελφοῦ Προτερίου, εἰ ἄρα γε ἀπεκίνησε δεδειὼς διὰ τὸν χειμῶνα· τοίνυν ἐρχομένου τινὸς κατὰ τὸ ὡρισμένον φανέρωσόν μοι περὶ πάντων· καὶ ὁ κύριος ἔστω μετὰ τοῦ πνεύματος σου.

· Contents ·