Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 40: To Joseph, His Brother and Archbishop
μ΄. Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ.
Ἐγὼ εὐχαριστῶ τῷ θεῷ μου ὅτι ὑγιαίνων διατελεῖς· τοῦτο γὰρ εὐηγγελίσθην διὰ τῶν τιμίων σου γραμμάτων· ἐπεὶ τίς εἰμὶ ὁ τάλας τοιαῦτα ἀκούειν παρὰ τῆς θεοφιλοῦς σου ὁσιότητος, ἅ σοι μᾶλλον ἐπᾴδειν ἐμὲ δέον διὰ τὴν ἀξιάγαστόν σου ἀρετήν; ὅτι ἐν ἐπισκόποις ἤνεσας ἀληθῶς τὸν κύριον· οὐκ ἄρτι μόνον ὅτε καὶ τινες συνανέστησαν σοι πρὸς τὰ μετέωρα τῆς ἀληθείας τῶν ὁμοταγῶν· ἀλλὰ γὰρ καὶ πάλαι καὶ οἷον εἰπεῖν ἐξ αὐτῆς βαλβίδος τῆς προεδρίας, ἡνίκα ποιμένες πολλοὶ εἰ καὶ τραχὺς ὁ λόγος ἠφρονεύσαντο μὴ ἐζητηκότες τὸν κύριον καὶ ταῦτα ἐν φυλακαῖς, ἐν μονώσεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πόνοις, ἐν δάκρυσιν, ἐν πνιγμοῖς, ὡς ἄν τις φαίη τῆς κακώσεως. Ἀποστολικά σου τὰ αὐχήματα, ἰσοπάτρια τὰ ἀθλήματα· εἰ δὲ καὶ ἐγὼ τί τῶν τοιούτων, ἀλλ᾽ ἡ σμικρότης τοῦ βαθμοῦ καὶ ἡ ἁδρότης τῶν ἁμαρτιῶν, καλύπτει καὶ φαίνειν οὐκ ἐᾷ· πλὴν τὰ σὰ ἐμὰ καυχήματα, τριπόθητε ἀδελφὲ, πατέρων κορωνίς· προσεύχου τοίνυν μᾶλλον ἀφέμενος τοῦ ἐπαινεῖν, ἵνα μου ἑδραιοῦται ἡ ταπεινὴ ψυχὴ ἐν φόβῳ θεοῦ, καὶ πρὸς τοὺς ἀοράτους καὶ ὁρωμένους ἐχθροὺς, συμπαρομαρτούσης καὶ τῆς τοῦ μακαρίου ἡμῶν πατρὸς ἱκετηρίας· καὶ γὰρ δεδοικὼς εἰμὶ τὰ κατ᾽ ἐμαυτὸν, ἀδελφὲ, μέχρις ἂν ὦ ἐν τῷ σκήνει τούτῳ· εἰ δὲ καί τι θαῤῥῶ, ἀλλὰ καὶ τοῦτο ἐλπίδι θεοῦ τοῦ τὸν ἀπεγνωσμένον εἰς φῶς φέροντος δι᾽ ἄπειρον ἀγαθότητα· εὐθύμησα δὲ πάνυ ὅτι σύνεστί σοι ὁ καλὸς Ἀθανάσιος ἐπί τε τῇ εὐπαρηγορήτῳ ξενίᾳ τῆς ἐξορίας σου· οἷα δὲ τὰ ἐνταῦθα, ὁ χρηστὸς Σιλουανὸς ὄψει ὑπολαβὼν διηγήσοιτο· καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ ὅσα δι᾽ ἐπιστολῆς παρέλκον γράφειν· εἰ μὲν οὖν ταμιεύεται ἡμῖν κύριος ἔτι ἐν σαρκὶ ἰδεῖν ἀλλήλους, τῆς αὐτοῦ κελεύσεως ἔργον· εἰ δὲ μὴ, ἀλλὰ σύ γε ὦ πάτερ πρεσβεύοις ὀφθῆναι ἡμᾶς σὺν πατρὶ, μᾶλλον δὲ πατράσι καὶ ἀδελφοῖς ὁμοῦ ἀλλήλους ἐν μακαρίᾳ θέᾳ· καὶ ὀφθήσεσθαι ὑπὸ θεοῦ εὐμενῶς, δι᾽ ὃν ὁ παρὼν χωρισμὸς καὶ πόλεμος· προσκυνεῖ δουλικῶς ὁ ἀδελφὸς Νικόλαος μόνος ἐγκαταλειφθείς μοι· προσαγόρευσαι ἀξίωσον τοὺς συνόντας τῇ ἁγιωσύνῃ σου, ἐξαιρέτως τὸν καλὸν Ἀθανάσιον.