Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 5: To Abbot John
ε΄. Ἰωάννῃ ἡγουμένῳ.
Ἐβουλόμην διακόνῳ χρήσασθαι τοῦ παρόντος γραμματείου Σιλουανῷ τῷ πνευματικῷ ἡμῶν τέκνῳ, παρ᾽ οὗ καὶ προσηγορίαν ἐδεξάμην ὑπὸ τῆς ἁγιωσύνης σου πεμφθεῖσαν μοι καθ᾽ ὃν καιρὸν ἐστέλλετο τὴν διὰ τὸν κύριον ἐξορίαν· ἀλλ᾽ ἐπεὶ οὐκ ἐξεγένετό μοι ἐν τῷ τέως, δι᾽ ὧν εὗρον ἄρτι ἀποκρισιαρίων, ἁρμόζον ἡγησάμην προσφθέγξασθαι τὴν τιμιότητά σου· χαίροις ὦ καλὲ ἀδελφὲ, μᾶλλον δέ μοι πατέρων ποθινώτατε· συνεξορίζεις Χριστῷ, συμπάσχεις τῷ παθόντι ὑπὲρ σοῦ· εὖγε ὅτι ἦρες ἅρμα πνευματικόν· εὖγε ὅτι ἡγήσω πάντα σκύβαλα διὰ Χριστόν· καλὸν τὸ μοναστήριον ὃ συνεστήσω διὰ πολλῶν κόπων καὶ ἱδρώτων, καὶ τῶν κυκλόθεν νήσων ὑπερλάμπον τῇ τε θέσει τοῦ τόπου, καὶ οὐκ ὀλίγοις ἑτέροις γνωρίσμασιν· ἀλλ᾽ ὅρα ὅτι τὸ ζωηρὸν χωρίον τοῦ παραδείσου σοὶ προεξένισεν· καὶ τάχα καὶ αὐτὸ οὐκ ἀδυνατήσει θεὸς ἀποδοῦναι σοι εἴπερ βούλεται· ἐξέλαμψας ἐν τοῖς ὁμοταγέσιν ἡλίου τηλαυγέστερον· ἔργῳ τὸ μοναχὸς εἶναι ἐξεπλήρωσας, μονωθεὶς ἁπάντων, καὶ πνευματικῶν τέκνων, καὶ συγγενῶν, καὶ φίλων, καὶ πατρίδος, καὶ εἰτινοσοῦν ἄλλου διὰ τὴν ἀλήθειαν· εἴπω τι καὶ παῤῥησιαστηκότερον· ἔχω γὰρ τὸ παρὰ σοῦ θαῤῥεῖν, ἐξεπλήρωσας τὰς ὑποσχέσεις.
Ἥττημαι τὴν καλὴν ἧτταν, καὶ χαίρω νενικημένος μάλα, ἐμὸν ποιούμενος τὸν σὸν στέφανον· τοιαῦτα γὰρ τὰ κατὰ θεὸν φίλτρα· οἶδας ὃ λέγω, ἡνίκα ὀνείδιζον ἐγὼ πρὸς τὴν τότε σύμπτωσιν εἰ καὶ οὐκ ἐνομίζετο· ἐζήτει δὲ ἡ σὴ εὐλάβεια τὰ τελεώτερα· ἔχεις με ὦ φιλότης· ἀλλ᾽ ὡς εὐγνωμονῶν ἐγὼ ἐνταῦθα φαίνοιμι, οὕτω καὐτὸς ἐκεῖσε παρακαλῶ συντίθεσο· τί τοῦτο; ὅτι καὶ τότε ὑπὲρ ἀληθείας ἡ φυλακὴ, καὶ οὐχ ὑπὲρ ἐμαυτοῦ τοῦτο λέγοιμι ἄπαγε, ἀλλ᾽ ἵνα σε ὁ θεὸς διὰ τῆς ὁμολογίας ἐκείνης κρατύνειεν κἀν ταύτῃ, ὡς ἂν ἀθλῇς νομίμως· ταῦτα ἐξ ὑπερβαλλούσης ἀγάπης εἴρηταί μοι· ἐπεὶ πρὸς ἄλλον, οὐκ ἂν ἐθάῤῥησα λέγειν· καί τοί γε εὔχομαι πάντας οὕτω φρονεῖν ἀπὸ κορυφῆς ἕως ποδῶν· ἄρτι γὰρ ἔξω ὑπολήψεων καὶ σκαιότητος τὰ ἡμέτερα, κἂν ὡς ἄλλως ἐν ἁμαρτίαις ἐσμέν· γνώρισον δὲ ἡμῖν ὦ πάτερ καὐτὸς ἐν οἷς εἶ καὶ ὅπως καθέζῃ, μὴ ἀθυμῶν, μηδὲ ἀπελπίζων τὰ ἐλέη κυρίου· εἰ γὰρ εἴποι σιώπα πεφίμωσο, ἐκόπασεν ἡ θραῦσις· ἀλλὰ καὶ προσεύχου μοι ἀδιαλείπτως, παρακαλῶ, ἵνα ῥυσθῶ ἐκ τοῦ πονηροῦ.