Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 41: To Euthymius of Sardis
μα΄. Εὐθυμίῳ Σάρδης.
Δὶς ἄρτι ἐπιστέλλω τῇ μακαριότητί σου, ἀλλὰ φεῦ τῆς ἐμῆς ἁμαρτίας, ἐν δάκρυσι γὰρ ὁ λόγος, ὅτι δυὰς τῶν πρὶν ἐπιστοληφόρων ἀφικομένη πρὸς τὴν ἐξορίαν σου ὑποβρύχιος γέγονεν· ὁμοῦ συνέτριψεν οὐ μετρίως τὴν ταπεινὴν ψυχήν· ὅμως ἐπειδὴ υἱοὶ ὑπακοῆς, καὶ τοιαύτης διακονίας ἀπόστολοι, καὶ τρίτον ὅτι εἷς μόνος θάνατος οἴκτιστος ὁ τῆς ἁμαρτίας κἂν ἐπὶ κλίνης φθάσοι, ἤνεγκα εὐχαρίστως ἀφέμενος τὸ λυπηρόν· τοίνυν καὶ ἐν τοῖς πρώτοις γράμμασι τὸν ὀφείλοντα μακαρισμὸν ἀνῆψα τῇ θεοφιλείᾳ σου· καὶ γάρ ἐστιν ἀξία μακαρίζεσθαι, πρόκριτα πάντων ἀγωνισαμένη καὶ παῤῥησιασαμένη ἐν ἱεράρχαις· καὶ ταῦτα μηδὲ τὸν καιρὸν τοῦ θαῤῥεῖν ἔχουσα διὰ τὴν σχολὴν τοῦ θρόνου· ὅμως ἐν τῷ τῆς ἀληθείας κράτει τὸν θρόνον ἔχων, τοὺς ὑποθρόνους σχεδὸν πάντας ὑπερήρας ὁμολογίας στέφανον ἀπενεγκάμενος· τὰ αὐτὰ καὶ νῦν σου τῇ ἱερᾷ κορυφῇ προσφθέγγομαι· στέφων οὐ χρυσοκολλήτῳ διαδήματι ἐπεὶ μηδὲ κατὰ σάρκα τὸ νῖκος, ἀλλὰ θεοπλόκοις λόγοις, οὐράνιον γὰρ τὸ ἐκνίκημα· χαῖρε τοίνυν καὶ θυμηδία θαυμάσιε φέρων ἔτι καὶ διανύων τὸν διαύλον τῆς ὑπερορίας, ἵνα ἐπὶ σκάμματος τῆς ἐκδημίας, ἐπαναδράμοις ἐστεμμένος εἰς οὐρανούς· καὶ πρό γε ταύτης, εἴη μέ σε θεάσασθαι ἐν καιρῷ εἰρήνης λελαμπρυμμένον ἐπὶ τῆς προεδρίας.
Τὰ γὰρ νῦν ὅπως τετάρακται, καὶ ἐμπεπύρισται ἡ καθ᾽ ἡμᾶς ἐκκλησία, πολλοῦ τὸ λέγειν διὰ τὸ πολυειδὲς τῆς ἀσεβείας· θυσιαστήρια θεῖα ἀφανίζονται· αἰρομένων τῶν σεπτῶν εἰκόνων ναοὶ ἱεροὶ τὴν εὐπρέπειαν ἀπώλωλαν· πᾶσα ψυχὴ σχεδὸν ὤκλασε χειρόγραφα τοῖς ἀσεβέσι δώσασα· ὀλίγοι οἱ ἀντεχόμενοι, καὶ οὗτοι ὡς ἐν πυρὶ δοκιμαζόμενοι ταῖς κακώσεσιν· ὠλίσθησεν ὁ Σμυρναῖος ἐν ἐπισκόποις, καὶ ὁ Χερσόνος· ἐν ἡγουμένοις, ὁ Χρυσοπολίτης, ὁ τῆς Δίου, ὁ τῆς Χώρας, καὶ μικροῦ δεῖν πάντες οἱ ἐν ἄστει· ἐνίστανται οἱ τῆς Βιθυνίας χάριτι Χριστοῦ· προσεύχου, πάτερ, κραταιῶσαι αὐτοὺς σὺν ἡμῖν τοῖς ταπεινοῖς ἕως τέλους· οὐδεὶς ἐκ τοῦ λαϊκοῦ τάγματος στήκων, πλὴν τοῦ Πηξιμηνίτου, ὃς καὶ δαρεὶς ἐξώρισται· ἐν κληρικοῖς, ὁ θαυμαστὸς Γρηγόριος, οὗ ἐπίκλην Κεντροκούκουρος· καί γε ἐν ἡγουμέναις μέχρι τῶν ἓξ, ἐν μοναστηρίοις φρουρούμεναι.
Ἔλθοιμι ἐπὶ τὸ ἀναγκαῖον τῆς ἐντολῆς σου· τί ὦ πάτερ ἐπιτέταχας τὰ ὑπὲρ ἐμὲ, καὶ κατὰ βαθμὸν, καὶ κατὰ τὴν ἐνεστῶσαν ἀνάγκην; κρύβδην πῶς καὶ τὸ εἰς τοὺς γνησίους φίλους προσαγορεύειν με· δέος ἐπὶ πάντας, καί γε μάλιστα ἐπ᾽ ἐμοὶ τῷ ἁμαρτωλῷ, μήπου τί διάδηλον γίνοιτο τῷ κρατοῦντι· καὶ γὰρ μετεξωρίσθην ἐν ἀνατολικοῖς, καὶ θυμὸς περὶ ἐμὲ τὸν δείλαιον οὐκ ὀλίγος τῷ Καίσαρι, ἐκ δηλωμάτων μᾶλλον ἀναφθείς· τοῦ μὲν, σιγᾶν μοι καὶ μὴ διδάσκειν προστάττοντος, κἀμοῦ τοῦ δυστήνου ἀναινομένου καὶ προσαντέστερα ἀντιφωνοῦντος· διὰ ταῦτα πληγαὶ, κἂν ἔλαθον ταύτας αἰδοῖ καὶ εὐσεβείᾳ τοῦ πλήκτορος· ἁρπαγαὶ τῶν ὑπηρετούντων μοι, βιβλιδίων αὐτῶν ὧν εἶχον· πῶς οὖν ἐν τούτοις τι τῶν ἐνταλθέντων ἐγχειρίσαι, ἀπορῶ· σύγγνωθι τῇ ταπεινώσει μου εἰ καὶ μακάριον τὸ πρᾶγμα· καὶ οὔπω λέγω ὅτι ἐφ᾽ ἴσον τῶν αὐτόθι κἀνταῦθα ἡ τοῦ λιμοῦ συντριβή· πλὴν ἐφ᾽ ἑνὶ προσώπῳ θαῤῥήσας, ἐπέστειλα· εἰ ἀνοίσειέν τι τὸ γράμμα, δηλώσει ἡ ἀποστολή· τὸ λοιπὸν προσεύχου ὑπὲρ τοῦ τέκνου σου, κατόπιν βαδίζειν τῆς ἁγιωσύνης σου.