Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 42: To a Patrician
μβ΄. Πατρικίῳ.
Ὀφειλέτην ἐμαυτὸν λογιζόμενος τῆς περιδόξου μεγαλοφυΐας σου, κέκρικα νῦν μὴ ψιλῇ φωνῇ, ἀλλὰ γράμμασι προσαγορεῦσαί σε τὸν ποθούμενον· εἰ γὰρ καὶ ἄλλοις οὐκ ἐκφερομυθεῖν μυστήριον παραχωρεῖ ὁ καιρὸς, ἀλλά γε ὑμῖν τοῖς ἐμοῖς οὐ κωλύειν ἔχει· ἐμοῦ γὰρ ὑμεῖς καὶ δεσπόται καὶ ἀφ᾽ αἵματος, διὸ καὶ τὸ φίλτρον· καὶ οὐ τοσοῦτον ἐκ γένους, ὅσον ἐκ πνεύματος ἐναρέτου· ἐπεὶ καὶ ἄλλοι ἀγχιστεῖς, ἀλλ᾽ οὐχ οὕτως ἐραστοὶ, ὥστε με τὰ ἴσα ἐπιστέλλειν· ἐπεύχομαι ὑμῖν κἂν ἁμαρτωλὸς τὰ σωτήρια, καί γε τὰ ὑγιαστήρια ψυχῆς καὶ σώματος· τοῦτο δὲ φημὶ διὰ τὴν ἐνεστῶσαν αἵρεσιν καὶ ψυχοφθόρον πλάνησιν ὡς ἂν ἀπήμαντος διαφυλαχθείης ὁ θεόφοβός μου δεσπότης, καί γε πανέστιος· ἤρκται γὰρ ἡ ὀργὴ παρὰ κυρίου ἀπὸ Βυζαντίδος τῆς ὑβριστρίας, καθ᾽ ὅσον ἀποδοκιμάζειν εἴωθεν τὰ πρὸς κύριον ἔκπαλαι· καὶ ἤδη κατέδεται τὸ πῦρ τὰ ἑκασταχοῦ· μακάριος ὁ συνιῶν, καὶ μένων ἄφλεκτος· εἰ γὰρ πτωχὸς καὶ πένης Χριστὸς δι᾽ ἡμᾶς, πῶς οὐ τὰ τῆς πτωχείας ἰδιώματα ἐν αὐτῷ, ἤτοι χρόα, ἁφὴ, σῶμα, ἐξ ὧν καὶ ἐν οἷς ἡ περιγραφή· ἀποσκευάζουσι τοίνυν, ὦ ἄνθρωπε τοῦ θεοῦ, τὴν σωτήριον οἰκονομίαν τοῦ λόγου, οἱ μὴ ὁμολογοῦντες αὐτὸν περιγεγράφθαι· καὶ τῆς τοῦ ἀντιχρίστου παρουσίας προεισόδια τὰ παρόντα· ἀλλ᾽ οὐαί σοι Βυζαντὶς, ὅτι καὶ ἀπὸ σοῦ τὸ κρῖμα ἦρκται, καὶ ἐν σοὶ τελευτήσειεν τὰ κακὰ, ὅταν ἀναπληρωθῶσιν αἱ ἁμαρτίαι σου· ταῦτα μοι ἐκ πόθου καὶ πόνου τῇ μεγαλονοίᾳ σου εἰδυΐᾳ τὰ μείζονα.