Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 43: To Athanasius, His Son
μγ΄. Ἀθανασίῳ τέκνῳ.
Γράφω σοι τὰ, νῦν τέκνον, μου ὡς οὐκ ἐβουλόμην, καὶ τὸν τρόπον οἶδας· φεῦ μοι τῷ ἀθλίῳ· οἴμοι τῷ ταλαιπόρῳ οἷον συμβέβηκεν τοῖς δυσὶν ἀδελφοῖς ἡμῶν· ἐμοὶ δὲ εἰ καὶ ἄμφω ποθητοὶ, τέκνα γὰρ ἀληθινὰ, ἀλλ᾽ ὅμως ὁ σφέτερος ἐρασμιώτερος· διὰ τί; ὅτι ἄνθρωπος θεοῦ, πλήρης πίστεως καὶ ἀληθείας, υἱὸς ὑπακοῆς, τέκνον φωτὸς, ἀνὴρ ἐπιθυμιῶν, ὑποτακτίτης ἀψευδὴς, δαμαστὴς παθῶν, καί γε ζηλωτὴς, καί γε πρόθυμος ὁδοιπόρος τῶν κατ᾽ ἐντολὴν, φιλῶν σφόδρα τὸν ἐν πνεύματι πατέρα καὶ φιλούμενος ἴσα, ἄσχετος σαρκὸς καὶ θεῷ συνημμένος· χρήσιμος πᾶσιν καὶ ὑπὸ πάντων αἱρετιζόμενος· δοκεῖς με χαρίζεσθαι τῷ ἀνδρί; καὶ πλέον ἔχει τὰ τῆς ἀληθείας· ἥψατό μου τὸ περὶ αὐτὸν πάθος κραταιῶς, ἐκλόνησέν μου τὸν νοῦν, συνέτριψέν μου τὴν καρδίαν, ἐδάκρυσα πικρὰ, συνεχύθην τῷ ὀδυρμῷ ὡς οὐδέποτε οἶδα, οὐχ εἵνεκα τῆς κοιμήσεως αὐτῶν, ἀλλ᾽ ὅτι ἐν τοιούτῳ τόπῳ, δεδοικὼς μὴ ἡ προσταγή μου αἰτία· καὶ γὰρ ἐπειθάρχει χαίρων εἰς πῦρ βαίνειν ἐκ πίστεως καὶ μηδὲν βλάπτεσθαι, ὅμως ὅτι οὐ προαιρούμην πάντως ἐξορμεῖν αὐτοὺς ἐν τῷ χειμῶνι· πέπεικα δὲ προητοιμακότος τοῦ οἰκονόμου τὴν πορίαν αὐτῶν· τοιαῦτα τὰ συμβεβηκότα· οὐ μὴν ἐναπέμεινα, τέκνον μου, ἐν τῷ πένθει· ἀνενέγκας δὲ τὸν λογισμὸν, καὶ συλλογισάμενος ὅτι εἷς θάνατος μόνος πονηρὸς ὁ τῆς ἁμαρτίας, καὶ οὐχ ὁ τόπος ἀλλ᾽ ὁ τρόπος τοῦ θανάτου ὁ ζητούμενος, ηὐχαρίστησα ἐν τῷ συμβάντι τῷ κυρίῳ, τοῖς ἀθεωρήτοις αὐτοῦ κρίμασι τῆς οἰκονομίας παραχωρήσας τὸ πᾶν· ὃς πρὸ καταβολῆς κόσμου συμφερόντως καὶ τὸν καιρὸν καὶ τὸν τόπον τοῦ τέλους ἀπένειμεν ἑνὶ ἑκάστῳ. ἐν τούτοις εὐθύμει καὶ αὐτὸς ἀδελφέ μου ἀειπόθητε, τάττων μετὰ Ζωσιμᾶ καὶ Γαϊανὸν τὸν θαυμάσιον, τοὺς ἴσους ἀδελφοὺς τῷ πνεύματι ὡς καὶ τὰ σώματα· ὧν, εἴην τῆς μερίδος ὁ ἀνάξιος· προσεύχου μοι ἀενάως ἵνα σώζωμαι, τέκνον ἠγαπημένον.