Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 44: To Naucratius, His Son

μδ΄. Ναυκρατίῳ τέκνῳ.

Καὶ μὴ παρεμπιπτούσης ἀφορμῆς γραμμάτων, φιλῶ σοι διαλέγεσθαι, πόσῳ γε μᾶλλον ἐξευρισκομένης; εὐηγγελίσθην οὖν διὰ τῶν γραμμάτων σου τέκνον τὰ ἀγαθὰ, εὐαγγέλια γὰρ ἐμοὶ, τὸ τὸν ὄντως ἐμὸν ἀδελφὸν καὶ ἀρχιεπίσκοπον ἐξορίζεσθαι διὰ Χριστὸν καὶ τοὺς λοιποὺς πατέρας μου καὶ ἀδελφούς· καὶ τίς ἄν μοι ἔδωκεν ἰσχὺν ῥῆξαι πρὸς αὐτοὺς φωνὴν ἀλαλαγμοῦ; πλὴν πιστεύω λήψεσθαι ποτέ· ὅτε γὰρ δόξειεν ὁ βασιλεὺς πανταχόθεν περικόψαί μου τὴν φωνὴν, τηνικαῦτα βοήσομαι πνεύματι πτερούμενος καὶ εὑρίσκων τὰς διεξόδους· σὺ οὖν, τέκνον μου ἀγαπητὸν, ἐνδυναμοῦ ἐν κυρίῳ, μηδόλως καταπίπτων ἐν τῇ ἐκδοχῇ τῆς μεταστάσεως· στῆθι κραταιῶς· ὁμολόγησον ἐρωτώμενος τὴν καλὴν ὁμολογίαν· ἐὰν δεῖ ῥαπισθῆναι, ῥαπίσθητι μετὰ Χριστοῦ, φυλακίσθητι, πίε χολὴν θλιβερῶν περιστάσεων, ἄνιθι ἐπὶ τὸν σταυρὸν τῇ προαιρέσει· οὕτω γὰρ λογισθήσεται παντὶ τῷ προαιρουμένῳ οἴσειν τὰ πάθη· οὐκ ἀρκεῖ σοι υἱὸν θεοῦ γενέσθαι; οὐκ ἱκανοῖ σοι συγκληρονόμον γενέσθαι Χριστοῦ; τίνων τὸ αὐχεῖν, τίνων τὸ χαίρειν καὶ ἀγάλλεσθαι καὶ εὐπαθεῖν, ἀλλ᾽ οὐχὶ τῶν διὰ Χριστὸν πασχόντων καὶ περιοριζομένων; εἴθε καὶ ἄλλα παθεῖν ὁμοίως τῷ δεσπότῃ· καὶ τίς ἄξιος; ἀλλὰ χάρις ὁμοίως καὶ τοῖς φθάσασιν· ἐγὼ ὁ τάλας οὔποτε ἐχάρην τοσοῦτον, οὐδὲ εὐπαθῶν διετέλεσα· ναὶ καὶ ἐν ταῖς προλαβούσαις ἐξορίαις, καὶ οὐκ ἐπιλέλησμαι τῶν τοῦ κυρίου μου εὐεργεσιῶν· ἀλλὰ ἁπλῶς καὶ ἄρτι διὰ τὸ παραπέμψαι τὸν μακάριόν μου πατέρα σὺν τῷ ἁγίῳ μου Καλογήρῳ, βασιλεύω, δεσπόζω, γήθω, χορεύω· οὕτως ἐκδέχομαι τὰς παρὰ τοῦ κόσμου κακώσεις ὡς τρυφάς· ἄφοβος, ἀπτόητος, τολμῶ λέγειν μετὰ τοῦ ἁγίου Δαβὶδ ἐὰν παρατάξεται ἐπ᾽ ἐμὲ παρεμβολὴ οὐ φοβηθήσεται ἡ καρδία μου· ὁ θάνατός μοι ἐπιθυμητὸς διὰ τὴν ζωὴν τὴν αἰώνιον· καί γε οὕτως καὶ τηλικούτως διατιθέμενος, ὁμολογῶ βδέλυγμα εἶναι πάντων ἀνθρώπων, καὶ ἀπεριμμένος ἀπὸ θεοῦ διὰ τὰ ἄμετρά μου ἁμαρτήματα· οὕτως ταῦτα, ἴσως γὰρ καὶ τελευταίᾳ φωνῇ· ἐξοριζόμενος θεοῦ κελεύσει αἴρεις πάντως τὸν Κάλλιστον καὶ ὃν ἄλλον βούλει ἀδελφὸν, ἢ εὐθὺς ἢ ὕστερον· ἔασον δέ μοι τὸν Προτέριον ὧδέ που περικρυβόμενον καὶ διακονοῦντά μοι, εἴπερ εὐοδοῖ θεός· ὁ Χριστὸς μετὰ τοῦ πνεύματος σου.

· Contents ·