Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 45: To the Same
με΄. Τῷ αὐτῷ.
Ὁπόταν μάθω τὸν Χελανδάριον ἐπιστῆναι μόνον, ἕως ἂν ἀναγνῶ τὴν ἐπιστολὴν, σφαδάζων εἰμὶ καὶ ἀδολεσχῶν τί τὰ σημαινόμενα, ὃ καὶ νῦν πέπονθα· ἔγνων οὖν τὰ γεγραμμένα, ἃ πῶς οὐκ ἔστιν ἀκούοντα στενάζειν; ὅτι γε μάλιστα καὶ Νεκτάριος ὁ ἀρχαῖος προδότης εἷς ἔστι τῶν τὰ τῆς ἀσεβείας χειρόγραφα ἀπαιτούντων· ὃν ὁ κρατῶν οὐ τοσοῦτον διὰ τὴν χρείαν, ὅσον διὰ τὸ ἐκ τοῦ πληρώματος τῆς καθ᾽ ἡμᾶς ἀδελφότητος χρηματίσαι, ἀπόστολον αὐτοῦ πεποίηκεν· λυπηρὰ μὲν οὖν ὡς ἀληθῶς, ἀλλὰ καὶ χαρᾶς ἀνάπλεα, ὅτι οἱ πατέρες ἡμῶν ἀχείρωτοι τῆς ἐπιχειρήσεως τῶν ἐναντίων διαμένουσι διὰ θεοῦ ἀγάπην· πλὴν τί τὸ τοῦ Νικαίας δράμα; καὶ πάντως γε ἵνα μαθὼν διδάξῃς, ἐπεὶ καὶ περὶ τῶν ἐγγύθεν ἡγουμένων· ἵνα τί δὲ περὶ ἡμῶν ἐλυπήθης; εἰς οὐδέν ἐστιν· ἀδελφοὶ εἰσὶ καὶ ἀδελφικῶς πολλάκις διαφέρονται εἰς ἀλλήλους· εὔχου οὖν τέκνον μου ἵνα ἡ χεὶρ τοῦ θεοῦ σκέπῃ ἀμφοτέρους, καὶ ταῦτα κοῦρα· παρὰ τοῦ ἀδελφοῦ Κληδονίου ἐδεξάμην γραμματεῖον καὶ ἀνεπάην· ἐν καιρῷ ἀντιγράφω· παρακαλῶ σε δὲ ὅτι παρεκάλεσέ με ἵνα αὐτὸν ἐπιτηρῇς καὶ περιέπῃς· καὶ δεῖξον ὅτι παρεκάλεσα· ὃν καὶ προσαγόρευσον ὥσπερ καὶ τὸν ἀδελφὸν Τιθόϊν, κἀκείνῳ δι᾽ ἄλλης ἐπιστέλλω· οἱ ἀδελφοὶ προσαγορεύουσιν.