Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 46: To the Same
μϛ΄. Τῷ αὐτῷ.
Ἐγρηγόρησας, τέκνον μου, δοῦναι μοι μικρὰν ἀμεριμνίαν· καί γε ὁ θεὸς τοῦ πατρός μου ἐλεῆσαί σε καὶ ἀναπαῦσαί σε· γνοὺς δὲ τὰ δηλωθέντα, εὐχαρίστησα τῷ κυρίῳ· πάντα χαρᾶς εὐαγγελία· αἵ τε τῶν ἁγιωτάτων ἐπισκόπων ἐξορίαι ὑπὲρ Χριστοῦ οὖσαι, αἵτε τῶν ἀγαθῶν ἡμῶν ἀδελφῶν ἐνστάσεις· ἐφ᾽ οἷς καὶ πολλή μοι μέριμνα καὶ ἀδολεσχία τῷ ταπεινῷ, πῶς ἀποβήσεται τὰ κατ᾽ αὐτοὺς σκοποῦντι· τῶν γὰρ πάντων ἀγωνιστηκότερον ἀθλοῦσιν· ἀλλ᾽ ἔσται Χριστὸς ἐπαμύνων κατ᾽ αὐτούς· ἀλλὰ μὴν καὶ τοὺς ἡγουμένους, πολλοῦ γε εἰπεῖν τοὺς τῆς χώρας· σὺ δὲ ὦ τέκνον ὡς ὑπὸ θεοῦ βοηθούμενός τε καὶ σκεπόμενος, μὴ φείσει ἐπιστέλλειν, ἐπιδημεῖν, στηρίζειν, νουθετεῖν, παραμυθεῖσθαι, διϋπνίζειν, ἐκδιδάσκειν, ἐπαλείφειν τοὺς ἔσω, τοὺς κακουμένους, τοὺς εὐδρομοῦντας· οὐ μὴν μέχρι τοῦδε· ἀλλὰ γὰρ καὶ τοὺς ὑπὸ χεῖρα ἡμῶν τελοῦντας· δεῖ γάρ σε περαιτέρω χωρῆσαι διὰ Χριστὸν, δηλονότι οἰκονομίᾳ καὶ εὐκαιρίᾳ χρώμενον· ἄρτι γὰρ δεῖ καὶ τοὺς μαθητὰς διδασκάλους γενέσθαι· ἐγὼ γοῦν ὁ ἀχρεῖος, εἰ καιρὸν λάβοιμι καὶ πιστὸν γραμματηφόρον, εἴτε οἴκοθεν εἴτε ἔξωθεν, προθυμοῦμαι πᾶσι τοῖς ἐξορίστοις πατράσιν ἐπιστεῖλαι· πολὺ γὰρ ὀνίνησι καὶ τὸν γράφοντα καὶ τὸν δεχόμενον τοῦτο· ἐπεὶ καὶ τοῖς ἁγίοις σύνηθες καὶ τῇ ἐκκλησίᾳ χρήσιμον· ἀλλὰ γὰρ καὶ μέχρι τερμάτων τῆς οἰκουμένης βοῆσαι ὁ κύων καὶ ὁ ψύλλος παρασκευάζομαι· τίς δὲ τοῦδε εἴη μοι συνεργὸς, πλὴν σοῦ τοῦ ὑπὲρ πάντας τῶν ἀδελφῶν θερμοῦ φιλητοῦ καὶ Χριστοῦ καὶ ἐμοῦ τοῦ τάλανος; ζῶμεν δὲ χάριτι Χριστοῦ καὶ εὐχαῖς ὑμῶν ἐνταῦθα, καθὼς προγέγραφα διὰ τοῦ Ἀδριανοῦ, ἐν οὐδενὶ λειπόμενοι πλὴν βιβλίων, ἥξει δὲ καὶ ταῦτα ὁπόταν εὐοδοῖ κύριος· προσεύχου περὶ ἐμοῦ τέκνον θερμότερον ἵνα σώζωμαι.