Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 47: To the Same

μζ΄. Τῷ αὐτῷ.

Ὡς καλά σου τὰ γράμματα, τέκνον ἠγαπημένον, πάντα ἡμῖν εὐκταία εὐαγγελιζόμενα· πρῶτον μὲν, τὴν κυρίαν ἡμέραν τῆς κυρίας Θεοτόκου· δεύτερον, τὴν πρὸς τὸ κρεῖττον εὐεξίαν σου, εἶτα τὴν ὑγιείαν τῶν ἀδελφῶν, καὶ μὴν καὶ τῶν ἑπτά· εἶτα τὴν θαυματουργίαν τῆς Χριστοῦ σεπτῆς εἰκόνος· εἰ γὰρ καὶ στενακτὸς ὁ τοῦ τολμητία θάνατος, πῶς γὰρ οὔ; ἀλλὰ δοξαστὸς ὁ κύριος καὶ θεὸς ἡμῶν κἂν τῇ αὐτοῦ εἰκόνι θαυματουργησάσῃ, κἂν οὐκ ἐπιστρέφωνται οἱ ἀσεβοῦντες μεθοδεύοντες ἄλλως τὸν θάνατον, ἐπεὶ καὶ Ἰουδαῖοι τὴν ἀληθῆ τοῦ Χριστοῦ ἀνάστασιν· ἡμῖν δὲ πιστὰ ἀμφότερα· εὖ δὲ ποιῆσαι ὁ θεὸς τῷ καλῷ Γαϊανῷ· ἄγγελος ἀγαθὸς ἧκεν, ἄγγελος τοιοῦτος, καὶ ἀπείτω καθὰ εἴρηκας· εἴη εὐλογημένος καὶ ὁ Νεῖλος εἰ τοὺς ἑπτὰ ἐπεσκέψατο, μετὰ τῶν πεμψάντων αὐτόν· καλῶς φρονῶν ἐλήλυθεν καὶ ὁ ἀδελφὸς Ἰγνάτιος· ὁ Προτέριος πορευέσθω· ἵνα τί δὲ κόπους ὑμῖν παρέχω τῇ συχνῇ ἐπισκέψει; ὅμως ἐπεὶ ἡ ἑορτὴ, τὸν μισθὸν ὑμῖν δοίη κύριος· τὸ Α, τὸ Β ἐξ ἡμῶν προσαγόρευσον.

· Contents ·