Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 48: To the Same

μη΄. Τῷ αὐτῷ.

Ἱκανῶς ἡμᾶς ἐξεδίδαξας, ὦ τέκνον ἠγαπημένον, τὰ γεγονότα καὶ ἤδη παριστάμενα, καὶ μέντοι ἀπὸ στόματος τὸ Χ· ἐπὶ πᾶσιν οὖν εὐχαριστεῖν ὀφείλομεν τῷ κυρίῳ, καὶ τὰ κατὰ δύναμιν εἰσοίσειν τοῖς ἀδελφοῖς ἡμῶν· διὰ τοῦτο ὅσον ἐπεφέρετο χρυσίον τὸ Χ ἐξαγαθοποιῶν, καὶ εἶχον κἀγὼ ἐνταῦθα, πλὴν μικρὰς χρείας, ἀπεσταλκά σοι· καὶ γενοῦ βοηθὸς τῶν βοηθείας ἐνδεῶν καθὰ διεταξάμην τῷ Χ· εἰς τοῦτο γάρ σε εἴασεν ὁ ἀγαθὸς ἡμῶν θεός· γράμμα εἰς τοὺς δέκα εὑρίσκων πιστὸν ἀδελφὸν πέμψον· ἐγὼ γὰρ πέπομφα, καὶ τέως οὐκ ἀναγκαῖον· εἰ δὲ μὴ, κἂν εὐλογίαν· τὸ Δ ἐπέστειλα· ἀλλὰ καὶ ἐφ᾽ ἑτέρου προσώπου ἢ τῶν ἡμετέρων ἢ τῶν ἄλλων, ἡνίκα ἐπινοεῖς χρήσιμον εἶναι, δήλου· καὶ εἰ δοκιμάσω κἀγὼ εὖ ἔχειν, ἐπιστέλλω· οὐ γὰρ καθήκει σιωπᾶν, δέει τῶν κρατούντων, ὁπόταν δέοι· ἐὰν γὰρ ὑποστείλη, φησὶν, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν σοί· ᾧ ἀντιτασσόμενος ὁ βασιλεὺς, τὸ μὴ διδάσκειν μηδὲ λαλεῖν καθ᾽ ὅλου ἐγκελεύεται· ἀλλ᾽ εἰ καὶ ἁμαρτωλοί ἐσμεν, οἴδαμεν ἐκείνων εἶναι μαθηταὶ τῶν λεγόντων, ὑμεῖς κρίνατε εἰ δίκαιόν ἐστιν ὑμῶν ἀκούειν ἢ τοῦ θεοῦ ἡμῶν· οὐ δυνάμεθα οὖν ἃ ἠκούσαμεν καὶ οἴδαμεν μὴ λαλεῖν· ἀσφαλιζόμεθα οὖν καὶ περὶ τῶν ἐκβαινόντων ἀκοῶν· καί γε εἰ οὐκ ἔστιν ἀναγκαῖον, οὐ θεωρήσομεν οὐδὲ ἐκ τῶν παραπέμπεις· παραπέμψοις δὲ πάλιν ὅταν καθήκῃ· εἰ ὑπερβῇς τὰς δύο ἑβδομάδας μὴ πέμπων λογισμομαχήσωμεν· εἰ δὲ ἔνδον, οὐδαμῶς· ὁ Χριστὸς μετὰ τοῦ πνεύματός σου τέκνον· εὔχου μοι ζεόντως ὡς κἀγὼ σοί.

· Contents ·