Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 49: To the Same

μθ΄. Τῷ αὐτῷ.

Ἐξέπληξέν με λίαν ἡ ἀγγελία, τέκνον· καὶ εἰπεῖν οὐκ ἔχω, ἢ ὅτι θεοῦ κίνησις ἐγένετο θαρσυνθῆναι τοὺς γενναίους ἀδελφοὺς ἡμῶν τὰ κατὰ τὸν ἀσεβῆ Ἀντώνιον πράξαι ῥιψοκινδύνως· μαρτύρων οὖν ἀπενέγκαντο κλέος, τῶν ἐκκαλεσαμένων ἀφ᾽ ἑαυτῶν τὰ ἱερὰ σκάμματα· καὶ ὁ ἀντιλέγων οὐδείς· ἀλλ᾽ εὐλογητὸς ὁ θεὸς ἡμῶν, ὁ ἀνδρειώσας καὶ κρατύνας, καὶ τὰ αὐτοῦ στίγματα φορέσαι αὐτοὺς καταξιώσας· εὔξαιντο περὶ ἐμοῦ τοῦ ταπεινοῦ κατόπιν αὐτῶν βαδίσαι· εὖγε καὶ τὸ Η, καὶ τὸ, Θ ὅτι ἀναγκαίως· μᾶλλον δὲ καὐτοὶ μαρτυρικῶς ἐπέδωκαν ἑαυτοὺς πρὸς βοήθειαν τῶν ἐν τῷ μοναστηρίῳ κακουμένων κρατηθῆναι· εὐλογῆσαι κύριος καὶ τὸν καλόν μου Προτέριον ἔν τε ταῖς εἰσόδοις αὐτοῦ καὶ ἐξόδοις· καὶ πάλιν, τέκνον μου, ἀπόστειλον αὐτὸν εἰ καὶ τολμηρὸν, καὶ κύριος εὐοδώσειεν τὰς ὁδοὺς αὐτοῦ· ὅτι δι᾽ αὐτὸν ὁ λόγος καὶ ὁ τρόπος· καὶ ὁ πονῶν, φησι, θήσει μηρόν· καὶ πῶς ἄλλως δοξασθήσεται ὁ θεὸς, ἢ ἐν ταῖς ἀμηχανίαις δεικνὺς εὐμηχανίας· ἄρτι τῶν φιλαδέλφων τὰ γνωρίσματα· ἄρτι τῶν φιλοτέκνων τὰ ἰδιώματα· διὰ τοῦτο κἀγὼ ὁ τάλας προθυμοῦμαι· ἀπαιτοῦμαι γράφειν, παρακαλεῖν, ὑποστηρίζειν ὅσον ἐνδέχεται· δεύτερα τιθέμενος τὰ ἀνθρώπινα· ὑποδειγματιζόμενος τῷ ἔργῳ τοῦ ἁγίου Κυπριανοῦ ὁ ἀνάξιος· φησὶ γὰρ ὁ θεολόγος, ὅτι καὶ ἐξορισθεὶς, οὐ διέλειπεν ταῖς ἐπιστολαῖς ἀλείφων καὶ κρατύνων τοὺς ὑπὸ χεῖρα, ἐξ ὧν πολλοὺς ἀπετέλεσε μάρτυρας· δεῦρο δὴ οὖν, τέκνον μου, ἀπόστειλον πάλιν τὸ, Χ κομίζον τὰς ἐπιστολὰς, τρακταϊζόμενον αὐτὸν ὑπὸ τῆς ἀγχινοίας σου· καὶ ἴδοι κύριος τὸ ἔργον, καὶ εὐμαρίσοι τὴν ὁδὸν αὐτοῦ· πίστις ἡ τὰ μεγάλα κατορθοῦσα· πίστις ἡ καὶ ἐκ θανάτου ῥυομένη· ταύτῃ ἐπερειδόμενοι πράττομεν ἃ πράττομεν οἱ ἀνάξιοι· περὶ τοῦ Μ ἡνίκα ὁ Εὐθάλιος ὑποστρέψει, τότε παράπεμψον αὐτὸν θεοῦ εὐοδοῦντος· εἰς τὸν λογισμὸν ὃν, ἐλάλησά σοι, εὐχαῖς σου ἐραΐσθημεν· πλὴν χρεία τοῦ Μ· τὰ λοιπὰ ὡς ὁ κύριος εὐοδοῖ σοι πράττε· ἐπίστειλον δὲ καὶ τὸ Η καὶ τὸ Θ· ὁ κύριος σε σώσει, τέκνον· προσαγόρευσον τοὺς ἀδελφούς· οἱ σὺν ἐμοὶ ἀσπάζονταί σε.

· Contents ·