Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 50: To the Same

ν΄. Τῷ αὐτῷ.

Κόπός ἐστι τέκνον ἐν τῷ τηλικούτῳ χειμῶνι παραγίνεσθαι τινὰ ἐνταῦθα, περῶντα μάλιστα τὸν βαρβαρωθέντα ποταμὸν, πλὴν ὅτι ἀνέθημεν ἰδόντες τὸν ἀδελφὸν καὶ ἐντυχόντες τοῖς γράμμασί σου· ἓν λυπηρῶς δεξάμενοι, τὴν πτῶσιν τοῦ ἐλεεινοῦ Νεκταρίου· ὅμως ὅτι ἀκόλουθα τοῦ ὅλου βίου αὐτοῦ καὶ τὰ παρόντα· ἓν ζητεῖ μόνον, ποιῆσαι τὰς ἐπιθυμίας τῆς σαρκὸς αὐτοῦ, καὶ τὰ τῆς πίστεως αὖραι φέροιεν· ἐκεῖνος μὲν οὕτως ἔχων, οὕτω καὶ ὠλίσθησεν· σὲ δὲ ὁ θεὸς τοῦ πατρός μου καὶ τοὺς πάντας ἀδελφοὺς ἡμῶν τούς τε κρατουμένους καὶ μὴ, στηρίξειεν, σθενώσειεν, ἡμέραν ἐξ ἡμέρας τὸ μαρτύριον τῆς ὁμολογίας αὐτῶν ἀποπληρῶσαι· οὐ γὰρ τὸ ἐνάρξασθαι τὰ καλὰ, ἐπαινετὸν ἁπλῶς, ἀλλὰ τὸ εἰς πέρας ἀγαγεῖν· πρόσεχε οὖν τῇ ἀναγνώσει, ἁπτόμενος καὶ τῆς γραμματικῆς ὅσον ἐνδέχεται· ἀσφαλῶς τὸ κάθισμά σου, μὴ ἐξαπίνης οἱ αἱρετικοί· τὸν θεὸν φοβοῦ ἐν ᾧ ἔστι τὸ καθαίρεσθαι, ἢ μένειν καθαρὸν· περὶ τοῦ παροικονόμου ἀπαγγελεῖ σοι ὁ ἀδελφός· τίς ἀπείη εἰς τὸν ἀρχιεπίσκοπον, ἵνα δῶ γράμματα πάλιν; προσαγορεύουσιν οἱ ἀδελφοὶ, καὶ ἐπιθυμοῦσι σε ἰδεῖν μεθ᾽ ἡμῶν· προσαγόρευσον τὸ Δ, τὸ Λ, τὸ Θ· ὁ Χριστὸς βοηθὸς ἡμῶν εἴη.

· Contents ·