Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 6: To Irene the Patrician

ϛ΄. Εἰρήνῃ πατρικίᾳ.

Σοὶ πρέπει ὕμνος ἀληθῶς, οὐ παρ᾽ ἐμοῦ μόνου τοῦ ἁμαρτωλοῦ, ἀλλὰ σχεδὸν καὶ παρὰ πάσης τῆς ἐκκλησίας τοῦ θεοῦ· τίνος χάριν; ὅτι ἐν τῷ παρόντι σεισμῷ τῆς ἀσεβείας, ὁπηνίκα ἱερεῖς πίπτουσιν, ἀρχιερεῖς ὄλλυνται, μονάζοντες συντρίβονται, ἄρχοντες καταρῥήσσονται, ἀρχόμενοι καταλύονται, ἄνδρες ἐκλύονται, γυναῖκες δεδείασιν, μόνη ἐφάνης γυναικῶν ἀδιάπτωτος, ἀσάλευτος, ἀκράδαντος, ἄφοβος, ἀμάλθακτος, ἀδιάῤῥηκτος· πόθεν τοῦτο; ὅτι ἐπὶ τὴν νοητὴν πέτραν τὴν σεαυτῆς ψυχικὴν οἰκίαν τεθεμελιωμένην ἔσχες, ἐκ προλαβουσῶν πολλῶν καὶ διαφόρων ἀγαθοεργειῶν καὶ λίθων οἱονεὶ πνευματικῶν συνσφιγχθεῖσαν τὲ καὶ καλλιεργηθεῖσαν, ἐφ᾽ οἷς ἕωλοι καὶ ἀνίσχυροι, δυνάμει θεοῦ, οἱ δαιμονικοὶ ἄνεμοι, καὶ οἱ τῶν προσβολῶν νιφετοὶ ἐναπεδείχθησαν· εὐλογημένη σὺ ἐν γυναιξί· μεμακαρισμένη σὺ ἐν ἀρχούσαις· δεδοξασμένη σὺ ἐν ταῖς ὑποζυγίοις· ἤγειρας ὄντως κέρας σωτηρίας τῇ τοῦ θεοῦ ἐκκλησίᾳ· ηὔφρανας ἀγγέλους, ἤσχυνας δαίμονας, ἐνίκησας κακοδόξους, ἔπληξας λαοπλάνους, ἐστερέωσας σαλευομένους, ἐτραυμάτισας λειποτακτοῦντας, ἐδρίμυξας φιλοσαρκοῦντας· ὁμολόγησας Χριστὸν διὰ τῆς ἱερᾶς εἰκόνος αὐτοῦ, συνηριθμήθης τοῖς αὐτοῦ ὁμολογηταῖς· εὖγε ἀνδριόφρων ψυχή· εὖγε μαρτυρόνους καρδία· εὖγε ἐμοὶ μήτηρ προσκυνουμένη· εἰ γὰρ Χριστοῦ ποιήσασά τε καὶ ποιοῦσα τὸ θέλημα, πολλοῦ γε εἰπεῖν ἐμοῦ τοῦ ἀναξίου, οὕτω σε θεὸς ἐδόξασέν τε ὕψωσεν, ἀλλὰ καὶ ἔτι δοξάσειεν, ἐάν περ μέχρι τέλους ἐπιμείνωμεν τῇ καλλίστῃ ἡμῶν ὁμολογίᾳ· καὶ τί τὸ ἀπ᾽ αὐτῆς κέρδος; βασιλεία οὐρανῶν ἐν ᾗ ἐκλάμψεις ὡς ὁ ἥλιος μετὰ πάντων τῶν ἁγίων· τῇ συνάθλῳ σου καὶ ὡς ἀληθῶς ὄρπηκι, προσφωνῶ τὰ εἰκότα.

· Contents ·