Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 51: To Gregory, His Son
να΄. Γρηγορίῳ τέκνῳ.
Νῦν καιρὸς καὶ μονομερῶς σοι ἐπιστεῖλαι, υἱέ μου ἠγαπημένε καὶ ἀδελφῶν ὁμόψυχε, διὰ τὸ μεμονῶσθαι σε καὶ εἶναι ἐν φρουρᾷ ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ· τί καλλιώτερον, τί δὲ μακαριώτερον ὅτι διὰ Χριστὸν πάσχεις; ὑπὲρ τῆς ἁγίας αὐτοῦ εἰκόνος, διὰ τὴν θεοτόκον, ὑπὲρ ἑκάστου τῶν ἁγίων, οὐ μεριζομένων τῶν πρωτοτύπων ἀπὸ τῶν παραγώγων· ὄντως, ἀδελφέ μου, μεγάλων δωρεῶν ἠξιώθης· ἐπίσκοποι ἐκπέπτωκαν, ἡγούμενοι ᾠλίσθησαν, καὶ σὺ ἐν ὑποτακτήταις τελῶν, ἴσα τῶν ἐκλεκτῶν ἱεραρχῶν τε καὶ καθηγητῶν, τὴν ὑπὲρ ἀληθείας φυλακὴν κατεκρίθης· οὐδεὶς ὑπηκόων τοιοῦτον ἐδοξάσθη, πλὴν τῶν συνκοινοβιωτῶν σου· σκίρτησον ἐν τούτοις· δόξασον ἀνθομολογούμενος τῷ θεῷ τῷ καλέσαντί σε εἰς κοινωνίαν τῶν παθημάτων αὐτοῦ· ἐξέπεσεν ἐξ ὑμῶν ὁ ἐλεεινὸς Ὁρέστης σὺν τῷ Ἀφράτῃ· οὐ γὰρ ἦσαν ἐξ ἡμῶν· ἡ γὰρ ἂν, μεμενήκεισαν μεθ᾽ ὑμῶν· ὧν, ὁ πρότερος βίος ἄπιστος εἰς ὑποταγὴν, τούτων πῶς ἂν οὐκ ἔωλος εἰς Χριστόν; ἐγὼ ἐξενιζόμην καὶ εἰς ὃ μικρὸν ὑπέστησαν· σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῷ κράτει τῆς πίστεώς σου· φέρων γενναίως τὰ παρόντα, προθυμούμενος καὶ ἕτερα δι᾽ ἀγάπην θεοῦ· ἡμέραν ἐξ ἡμέρας προδεχόμενος τὸν θεὸν τὸν σώζοντά σε ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος, καὶ ἐγγὺς κύριος τοῖς ὑπομένουσιν αὐτόν· προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ἵνα σώζωμαι ἐν κυρίῳ· προσαγορεύει σε ὁ ἀδελφὸς Νικόλαος· ἡ χάρις τοῦ κυρίου μετὰ σοῦ, ἀδελφὲ στεφανίτα.