Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 52: To Theoctistus, His Son

νβ΄. Θεοκτίστῳ τέκνῳ.

Εἰ καὶ τῷ σώματι ἐχωρίσθην σου, τέκνον μου Θεότιστε, ἀλλ᾽ οὐ τῷ πνεύματι· ἀεὶ γάρ σε ὁρῷ κατὰ νοῦν περιπονούμενός σε ἐν τῇ διοικήσει σου, πῶς τὰ κατὰ ψυχὴν, πῶς τὰ κατὰ σῶμα· καί γε σημεῖον ῶν λαλῶ ἀληθὲς, τὸ ἑπτάκις τῆς ἡμέρας ἐν τῇ ἁμαρτωλῇ μου εὐχῇ μνημονεύειν σου ἐξ ὀνόματος μετὰ τῆς συνοδίας σου· τοιοῦτος μοι ὁ πόνος καὶ περὶ σέ· καὶ οἶδα ὅτι ὑστερούμενος εἶ, στενοχωρούμενός τε καὶ θλιβόμενος· ἀλλ᾽ ὁ μακαρισμός σοι τοῦ διωγμοῦ παρὰ Χριστοῦ· διὸ χαῖρε ἐν τῇ ἐλπίδι τῶν αἰωνίων ἀγαθῶν, κουφίζων ἐντεῦθεν τὰ λυπηρά· πόσον γὰρ καὶ ἐνταῦθα χαρίσῃ μετὰ τὴν ἀπαλλαγὴν τῶν πειρασμῶν, καὶ ἐν τῷ μέλλοντι αἰῶνι σκιρτήσεις; ἄρτι τρίτον διώκεσαι διὰ κύριον, τρίπλοκον ἔξει τὸν στέφανον· μὴ καταπέσῃς τέκνον μου ἀγαπητὸν τῇ ῥᾳθυμίᾳ· ἀλλὰ στῆθι ἔτι γενναίως· κἂν δεῖ ἀποθανεῖν, ἀποθάνωμεν σὺν τῷ Χριστῷ, ἵνα καὶ συζήσωμεν εἰς αἰῶνας· πάντως γὰρ ἀποθανούμεθα κἂν μὴ βουλώμεθα· ναὶ παρακαλῶ τέκνον ἐμόν· χαίρω δὲ ὅτι σύνεστί σοι καὶ ὁ καλὸς Μεθόδιός μου· ἔστω ὁ Χριστὸς μέσον ὑμῶν, σκέπων, εὐψυχῶν ὑμᾶς καὶ προνοῶν ἐπὶ πᾶσι· προσεύχου καὶ αὐτὸς περὶ ἐμοῦ τοῦ ταπεινοῦ, ἵνα σωθῶ σὺν ὑμῖν· ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει.

· Contents ·