Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 53: To Dorotheus, His Son
νγ΄. Δωροθέῳ τέκνῳ.
Καιρός μοι μονοπροσώπως σοι ἐπιστεῖλαι, τέκνον ἠγαπημένον, ἐπὰν ἐμονώθης διὰ τὸν θεὸν ἀπὸ τῶν ἀδελφῶν σου· ὦ τῆς καλῆς σου ὁμολογίας· ὦ τῆς διὰ κύριόν σου φυλακῆς· ὃ ἐζήτεις ἔκπαλαι φιλῶν τὸν Χριστὸν, νῦν ἐπιτυχὼν ἀγάλλου, τέρπου· καὶ τί γὰρ εἴη ἄλλο τερπνότερον τοῦ μετὰ Χριστοῦ συμπάσχειν; ἐξέλαμψες ἐν τοῖς ἀδελφοῖς σου· ἀγωνίζῃ ἴσα τῶν ἀληθῶς ἐπισκόπων καὶ ἡγουμένων· ὃ οὐδεὶς ὑποτακτητῶν ἠξίωται, πλὴν τῶν συγκοινοβιωτῶν σου, σὺ δεδόξασαι· ἐξέπεσαν ἀφ᾽ ὑμῶν ὁ ἐλεεινὸς Ὁρέστης καὶ Ἀφράτης, καὶ οὐ θαῦμα, ἐπειδὴ ἀρχαῖοι ἄπιστοι ἀμφότεροι· καί γε ἀρνητὴς ὁ δεύτερος· σὺ οὖν τέκνον μου ἐνδυναμοῦ ἐν κυρίῳ, καθὼς ἤρξω κλήσει θεοῦ, καὶ τελείωσόν σου τὸν δρόμον· φέρε εὐψύχως τὰ τῆς φυλακῆς δυσχερῆ, ἡμέραν ἐξ ἡμέρας προδεχόμενος τὸ σωτήριον τοῦ θεοῦ· ἂν δεῖ καὶ ἀποθανεῖν διὰ Χριστὸν, ἀποθάνωμεν ἵνα ζήσωμεν· ὦ καλὲ Δωρόθεε στῆθι γενναίως ὡς δῶρον θεοῦ· προσεύχου καὶ περὶ ἐμοῦ ταπεινοῦ ἵνα σώζομαι ἐν κυρίῳ· προσαγορεύει σε ὁ ἀδελφὸς Νικόλαος· ἡ χάρις τοῦ κυρίου εἴη μετὰ τοῦ πνεύματος σου.