Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 54: To Basianus, His Son

νδ΄. Βασιανῷ τέκνῳ.

Καιρός μοι μονομερῶς σοι ἐπιστεῖλαι, τέκνον μου ἠγαπημένον, ἐπὰν τῶν ἀδελφῶν σου ἀπεμονώθης· εὐχαρίστησα καὶ εὐχαριστῶ τῷ θεῷ μου ἐπὶ σοὶ, ὅτι ὑπὲρ ὃ ἤλπιζον εὗρον σε τὰ νῦν πιστὸν ἐν κυρίῳ· ἄνδρα γενναῖον, φύλακα ἀνοθεύτου ὑποταγῆς, ἄρνα Χριστοῦ, ὑπὲρ αὐτοῦ προαιρούμενον ἀποθνήσκειν· ἐγὼ καὶ ἐκ τῶν πρώτων γραμμάτων σου, ἤνεσά σε καὶ ἀπεδεξάμην φανερώσαντά μοι τὰ συμβεβηκότα ὑμῖν καὶ μετὰ τοσαύτης εὐψυχίας· εὖγε καλόν μου τέκνον Βασιανέ· τάχα οἰκονομία γέγονεν θεοῦ μὴ ἆραι σέ με ἐν τῇ ἐξορίᾳ μου, ἵνα τὸ δοκίμιόν σου τῆς ἀρετῆς φανῇ· ὡμολόγησας, ἐφρουρίσθης, ἐπυρώθης ὡς χρυσὸς ἐν τῇ θλίψει καὶ τῇ ἀσθενείᾳ· ἔτι τέκνον μου ἐπίμεινον μακροθύμως ὅπως ἐκλάμψοις ὡς ὁ ἥλιος· ὁ γὰρ Ὁρέστης καὶ Ἀφράτης, μικρὸν οὐκ ἤνεγκαν λυπηθῆναι· διὸ γεγόνασιν υἱοὶ σκότους· κακοπάθησον ὅσον ὅσον ὡς στρατιώτης Χριστοῦ· τὰ ἄνω ὁρῶν, τὰ μέλλοντα σκοπῶν· τὰ γὰρ παρόντα ὡς ὀνείρατα ἀφίπταται· οἷον μέλλεις σκιρτᾶν μικρὸν ὕστερον, οὐ μόνον ἐν τῷ μέλλοντι αἰῶνι, ἀλλὰ καὶ ἐνταῦθα· διὸ εὐψύχει· διαβίβαζε ὥραν ἐξ ὥρας, σκοπῶν τοὺς ἔνδοθεν ἐχθροὺς, ἵνα πάντοθεν ἀκυρίευτοι ὦμεν· κἂν δὲ μικρόν τι παραπίπτωμεν, θάττον διανιστάμεθα· προσευχόμεθα, κλαίομεν, ἄρωμεν τὴν καρδίαν πρὸς θεὸν καὶ παραυτίκα ἡ βοήθεια· ναὶ τέκνον μου παρακαλῶ· ναὶ δέομαί σου τῆς ἀγάπης· τελείωσόν σου τὸν ἀγῶνα, προσευχόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σώζωμαι· ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε.

· Contents ·