Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 55: To Thaddaeus, His Son and Confessor

νε΄. Θαδδαίῳ τέκνῳ καὶ ὁμολογητῇ.

Ὦ Θαδδαῖε στρατιώτα Χριστοῦ· τέκνον μου ποθητὸν, ἀνὴρ στεῤῥοκάρδιε, προσπτύσσομαί σε διὰ τοῦ γράμματος ὡς ἀπὸ στόματος· περιπλέκομαί σε ἀπὸ ἀγκαλῶν καρδίας μου· ἤσθην καὶ ὑπερήσθην τῆς εὐτολμίας σου, τῶν ἀφ᾽ ἡλίου ἀνατολῶν εὐγενέστερε, τῶν εὐδιαλέκτων ῥητόρων εὐλαλέστερε καὶ σοφώτερε· τί γάρ; εἰ οἱ μὲν ἀπεμωράνθησαν ἀλογώτερον κτηνῶν, ἔξαρνοι Χριστοῦ γενάμενοι Ὁρέστης καὶ Ἀφράτης υἱοὶ τοῦ σκότους, σὺ δὲ ὑπὲρ αὐτοῦ ἐν φρουρᾷ καὶ κακώσει· καὶ ταῦτα παῤῥησιαζόμενος καὶ διαθερμαινόμενος· ὦ τῆς καλῆς σου ὑποταγῆς ἥ σε ἤγαγεν ἐν τοῖς μέτροις τούτοις· ἔτι τέκνον μου ὑπένεγκαι, ἐνάθλησον, ὑπόμεινον, ἵνα στεφανωθῇς· συνετῶς ἀποκρινόμενος, ταπεινοφρόνως διεξερχόμενος, μετὰ ἐλπίδος διαβιβαζόμενος, προαιρούμενος καὶ τὸ αἷμα κενῶσαι διὰ σφαγῆς ὑπὲρ θεοῦ, ὅπερ καὶ προαιρεῖ ὡς ἐγώ σε οἶδα· προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σώζωμαι· ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε.

· Contents ·