Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 56: To Letoius, His Son
νϛ΄. Λητωΐῳ τέκνῳ.
Οὐ διὰ μακρᾶς περιόδου μοι ὁ λόγος, οὐδὲ γὰρ ἐᾷ τὸ πάθος τῆς περιχαρίας ὦ τέκνον ἀναβάλλεσθαι τὴν φωνήν· ἐπεὶ οὖν εἴρηκας ἥμαρτον, παρεβίβασε κύριος τὸ ἁμάρτημά σου, ὁ βραδὺς εἰς ὀργὴν καὶ ταχὺς εἰς οἰκτειρμούς· ἀλλὰ τί ἀνταποδώσω μου τῷ κυρίῳ, ὅτι οὐκ εἰς τέλος παρίδεν μου τὴν ταπείνωσιν, ἀπολέσαι με πρόβατον ὃ πόνῳ πολλῷ καὶ πόθῳ περιεποιησάμην, ὃ εἶχον ἐν ἀγέλῃ μου ἐν ἐπισήμοις, οὗ φωνὴ ἠκούετο καὶ ἀντηκούετο ἡδύπνους μάλα, στάσις ἐπεφαίνετο εὔκοσμος ἄγαν; καὶ τί δεῖ πολλὰ λέγειν; εὗρον ὃ ἀπώλεσα· ἐστερνησάμην ὃ ἀφηρπάγην· συγχαίρουσί μοι οἱ ἔφοροι ἡμῶν ἄγγελοι, συνήδονται οἱ σύννομοι, εὐφραίνονται οἱ θεόφρονες, στυγνάζει μόνος ὁ Βελίαρ, ὁ ψυχοφθόρος λύκος· κἂν πολλὰ τὰ δήγματα, φιλάνθρωπα καὶ ἰάσιμα τὰ φάρμακα· μὴ δὴ οὖν βαρυνθῇς, ὦ καλλίτεκνον· ἐγὼ ὁ ταπεινὸς μετὰ σοῦ· ἐγώ σου ὑπὲρ τῆς ψυχῆς τὸν ἐμαυτοῦ τράχηλον ὑποτίθημι· μόνον εὐθύμει· μόνον στῆθι ἐν ταῖς ἐντολαῖς τοῦ θεοῦ ἡμῶν ἐκ τοῦ δεῦρο· τί τοῦτο; τοῦ συνεῖναί σε μεθ᾽ οὗ ἠρετίσω βιοῦν ἄρτι ἀδελφοῦ σου, προσέχειν ἐντολαῖς ἁγίαις, φεύγειν τοὺς τῆς βλάβης χώρους, τὸν τῆς αἱρέσεως θανάσιμον βρόχον· εἴ τι καλὸν, εἴ τι ὀνησιφόρον καρπούμενος, φέρων τὰ θλιπτικὰ ὑπομονητικῶς, τῆς ὧδε κἀκεῖσε περιφορᾶς διὰ τὴν ἐνεστῶσαν ἀνάγκην· προσευχόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ· σώζοιο τέκνον μου ἠγαπημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.