Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 57: To Bessarion, His Son
νζ΄. Βησαρίωνι τέκνῳ.
Χαρά μοι ἐπὶ σοὶ, τέκνον μου ἠγαπημένον Βησαρίων, ὅτι ἐκλογὴ θεοῦ ἐγένου ἐν τοῖς ἀδελφοῖς σου· πάντως ὡς τὰ κάλλιστα προαιρούμενος, καὶ ὑπὲρ ἀληθείας παῤῥησιαζόμενος· εἰσῆλθες ὡς χρυσοῦς ἐν καμίνῳ διὰ τῆς φρουρᾶς· προηνδρίσω, προεφυλακίσθης, ὡμολόγησας, ἀπεγράψατο κύριος τὴν μαρτυρίαν σου· τί γὰρ ἄλλο οἱ μάρτυρες ἐποίησαν; τὸ ἀποθανεῖν δηλονότι ὑπὲρ Χριστοῦ· τοῦτο καὶ σὺ τῇ προαιρέσει· ἀεὶ γὰρ ἀποθνήσκεις ἐν τῇ φυλακῇ· δόξα τῷ δοξάσαντί σε εἰς τηλικαύτην δόξαν· χάρις τῷ καλέσαντί σε εἰς τηλικαύτην δόξαν· φεῦ τοῖς ἐξαρνησαμένοις Ὁρέστῃ τῷ ἀθλίῳ καὶ Ἀφρατίῳ· διὰ μικρὰν εὐπάθειαν ἐξέπεσαν Χριστοῦ, ἀσχημονοῦντες τὰ νῦν, κἂν τῷ μέλλοντι ἀγῶνι ἀπαρνηθησόμενοι ὑφ᾽ οὗ Χριστοῦ ἠρνήσαντο· ἐκεῖνοι μὲν οὕτως ὡς ἀρχαῖα ζιζάνια· σὺ δὲ τέκνον μου τελείωσόν σου τὸν δρόμον, ὑποφέρων τὰ θλιπτικὰ, προαιρούμενος καὶ τὸ δι᾽ αἵματος τελειωθῆναι, ἵνα σὺν μάρτυσι χορεύσῃς· ἵνα διὰ σοῦ κἀγὼ ὁ ἁμαρτωλὸς εὐδοξήσω· ναὶ τέκνον μου, ἀρίστευσον ὡς ἐνήρξω ἕως τέλους, προσευχόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ· ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε.