Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 58: To Titus and Philo, His Sons

νη΄. Τίτῳ καὶ Φίλωνι τέκνοις.

Ἐπισκέπτομαι ὑμᾶς τέκνα μου ἠγαπημένα καὶ νῦν διὰ τῆς ἐπιστολῆς, πῶς ἔχετε φιλῶν μαθεῖν, πῶς ὑπομένετε τὴν ἐν κυρίῳ φυλακήν· χάρις τῷ θεῷ ὅτι ἀνεδείχθητε ὁμολογηταὶ Χριστοῦ, στύλοι καὶ ἑδραιώματα τῆς ἐκκλησίας· κἂν γὰρ μικροὶ ἐστὲ ἐν τοῖς ἀδελφοῖς ὑμῶν, καὶ μηδαμινοὶ λογίζεσθε τοῖς εὐσεβέσιν, ἀλλὰ παρὰ τῷ θεῷ μεγάλοι ὑμεῖς καὶ ἁγίοις συναρίθμιοι· λοιπὸν βλέπετε ἀδελφοὶ τὴν κλῆσιν ὑμῶν, οἷον τὸ ὕψος, ποταπὸν τὸ χάρισμα· ὑπομένοντες ὑπομείνατε τὸν κύριον ἡμέραν ἐξ ἡμέρας ἀπεκδεχόμενοι τὸ ἔλεος αὐτοῦ, ὡς ἀδελφοὶ μετ᾽ ἀλλήλων ἀναστρεφόμενοι· βλέπε σὺ Τίτε ἀδελφέ μου, βλέπε φίλον τέκνον μου, διὰ θεὸν καὶ μετὰ θεοῦ ἡ φυλακὴ ὑμῶν· Χριστὸν ἔχοντες μὴ ῥᾳθυμεῖτε· ἐξέλθετε ἀπὸ τῆς φυλακῆς ὅτε βούλεται Χριστὸς, ὡς χρυσὸς ἀπὸ χωνευτηρίου, ὅλως καθαροὶ, τετιμημένοι, δεδοξασμένοι, στεφανίται· τοῦτο τὸ πέρας ἐνθυμούμενοι, στέργετε, φέρετε, χαίρετε, ἐγγὺς κύριος τοῖς ὑπομένουσιν αὐτόν· προσεύχεσθε καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ πατρὸς ὑμῶν, ἵνα σώζωμαι· ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει.

· Contents ·