Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 59: To Ignatius, His Son

νθ΄. Ἰγνατίῳ τέκνῳ.

Κἂν οὐκ ἠδυνήθην τὸ πρότερον ἰδίᾳ σοι ἐπιστεῖλαι, νῦν τέκνον μου ἠγαπημένον δεξάμενός σου τὸ γράμμα, εὐθύμως ἐπιστέλλω· ὑγιαίνων ἔσο ψυχῇ τε καὶ σώματι πραγματευόμενος τὴν βασιλείαν τῶν οὐρανῶν, ὑπὲρ ἧς καὶ ὁ ὁρώμενος διωγμὸς παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας· καλῶς οὖν ἐποίησας γεγονὼς ἐν τοῖς αὐτόθι ὄντος τοῦ ἀρχιεπισκόπου, τοῦ οἰκονόμου, καὶ τῶν λοιπῶν ἀδελφῶν, τῶν τε παρὰ τοῦ βασιλέως ἀποσταλέντων· εἴτε οὖν ἐν τῷ Βοσκυτίῳ, εἴτε ἐν τῷ ἁγίῳ Γεωργίῳ, καθὼς διεταξάμην τῷ ἀδελφῷ Τιθοΐῳ ἐπίμεινον· ἄνθρωπος εἶ τοῦ θεοῦ, ἐγγεγυμνασμένος παρὰ τῆς ταπεινώσεώς μου τὰ τῆς μοναδικῆς καταστάσεως, προβεβηκὼς ἐν ἀρετῇ, κἀντεῦθεν ἀχθεὶς εἰς ἱερωσύνην, εἰς βαθμὸν ἐπιστημονάρχου· ἀφῶ λέγειν πρωτοκαλλιγράφου καὶ χρυσοφύλακος· ταῦτα πάντα εἰς κλέος σου, εἰς δόξαν μου· φάνηθι οὖν καὶ ἀπὸ τοῦ δεῦρο τέκνον μου τοῖς ἀδελφοῖς σου, τοῖς τε προέχουσι καὶ ἴσοις καὶ ὑφειμένοις, ὡς Ἰγνάτιος ὁ θεοφόρος ἐξ οὗ καὶ καλέσαι· χάριν διδοὺς ἐν τῷ λόγῳ σου, ἀποπνέων τὰ μύρα τῶν ἀγαθῶν πράξεων· ἵνα ἡ εὐωδία σου διαδράμοι εἰς τὸ πλήρωμα τῆς ἀδελφότητός σου, ἵνα ἐκλάμψοις ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὡς ἥλιος μικρὸν ὕστερον· ὁ γὰρ θάνατος ἐνεργεῖται ἀεὶ ὡς ὁρῶμεν ἐξ αὐτῶν τῶν ἀδελφῶν ἡμῶν· καὶ μακάριος ὁ καθάρας ἑαυτὸν, καὶ οὕτως ἀποδημῶν, ὄνομά τε ἐγκαταλιμπάνων ὅσιον τοῖς ἔτι ζῶσιν· οὕτως εἴη σοι τέκνον μου τελειωθῆναι· οἱ ἀδελφοὶ ἀσπάζονταί σε θερμῶς.

· Contents ·