Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 60: To the Same
ξ΄. Τῷ αὐτῷ.
Ὦ καλέ μου Ἰγνάτιε, γίνωσκε ὅτι μὲ αἴρουσι τῶν ἐνταῦθα, καὶ μετεξορίζουσιν ὅπου ὁ κύριός μου ἡτοίμασέ μοι τόπον καταπαύσεως· μὴ οὖν λυποῦ, ἀλλὰ χαῖρε ὅτι κατηξίωμαι ὁ ἁμαρτωλὸς διὰ Χριστὸν μεθορίζεσθαι καὶ φυλακίζεσθαι· καὶ τί γὰρ χαριέστερον ἄλλο ἐπὶ τῆς γῆς ἢ τερπνότερον, ἀλλ᾽ ἢ διὰ θεὸν πάσχειν; οἶδα σε οὖν ὀχυρὸν τῷ πνεύματι, πιστὸν τῷ κυρίῳ· φύλαξον σεαυτὸν ἄσπιλον τῆς χριστομάχου αἱρέσεως· φεῦ τῷ προδότῃ Νεκταρίῳ ὅτι τὴν ἀρχαίαν ἀποστασίαν οὐκ ἐπελάθετο· φεῦ τῷ ἀθλίῳ Ὁρέστῃ ὅτι διὰ τὰ πάθη, τὸν παθόντα ὑπὲρ αὐτοῦ Χριστὸν ἠρνήσατο ὑπογράψας κατὰ τῆς εἰκόνος αὐτοῦ· εἰ ἐμὲ ἐδίωξαν, φησὶν ὁ Χριστὸς καὶ ὑμᾶς διώξουσι· τί οὖν θαυμαστὸν εἰ διωκόμεθα δι᾽ αὐτόν; εἴθε καὶ ἀπεθάνομεν· ταῦτα σοι ὡς ἐν διαθήκῃ παρ᾽ ἐμοῦ τοῦ ταπεινοῦ· σὺ δὲ ὦ καλὸν τέκνον μετὰ τῆς πίστεως καὶ πάσης ἀγαθοπραξίας ἐπιμελοῦ· ἔχε φιλίαν γνησίαν μετὰ πάντων τῶν ἀδελφῶν, ἐξαιρέτως μετὰ τοῦ οἰκονόμου, διὰ τὸ τῇ ὁμονοίᾳ τῶν πρώτων, συνομονοεῖν καὶ τοὺς ὑφειμένους· ἔπεχε τῇ ἀναγνώσει· σοφίζου τὰ θεῖα· προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σωθῶ· εἴη Χριστὸς ὁ θεὸς ἡμῶν φυλακή σοι ἐν ἅπασιν· ἀμήν.