Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 7: To Zacharias the Consul

ζ΄. Ζαχαρίᾳ ὑπάτῳ.

Ἀσπάζομαί σε ἄνθρωπε τοῦ θεοῦ, κάλλιστε φίλων, ἐργάτα Χριστοῦ· τί παρ᾽ ἡμῶν τῶν ἁμαρτωλῶν παθὼν ἀγαθὸν, ἀνταποδίδως ἡμῖν χάριτας; καὶ χάριτας οὐκ ἐξ ὧν σὰρξ εὐφραίνεται, οὐδ᾽ ἀφ᾽ ὧν ἐπίκαιρος ἡ εὐεργεσία, ἀλλὰ τὰς ὄντως εἰς ψυχὴν διαβαινούσας καὶ οὐ κενουμένας εἰς αἰῶνας· οἶδας ἃς λέγω, ἐπί τε τοῦ θεοφιλεστάτου φημὶ ἀρχιεπισκόπου καὶ ἀδελφοῦ ἡμῶν, ἐπί τε τοῦ πρωτοπρεσβυτέρου, ἡμῶν τε αὐτῶν τῶν ἁμαρτωλῶν, καὶ οὕτινος ἄλλου τῶν ἡμετέρων τέκνων, ἢ τοῦ μὲν εὖ παθεῖν οὐδὲν οὐδαμῶς· πόθεν γὰρ καὶ πότε; ἐξ ἀγαθῆς δὲ καρδίας καὶ προθέσεως φιλοθέου, καθ᾽ ἣν καὶ πρότερον εὐηργέτησας ὅτε βασιλεὺς ἐμαίνετο καθ᾽ ἡμῶν ἡρωδιανίζων, οὕτω γὰρ εἰπεῖν σεμνοπρεπέστερον· δῴη σοι τοιγαροῦν χάριν ἀντὶ χάριτος ὁ εἰς ἑαυτὸν τὰς χάριτας ἃς πεποίηκας ἐν ἡμῖν τοῖς ταπεινοῖς, διὰ φιλανθρωπίαν ἀναδεχόμενος, καὶ ῥύσεταί σε πανοικεὶ ἐκ παντὸς κακοῦ, καὶ μάλιστά γε τῆς λυττώσης αἱρέσεως κατὰ Χριστοῦ.

· Contents ·