Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 61: To Naucratius, His Son
ξα΄. Ναυκρατίῳ τέκνῳ.
Πεπονημένως ἀπεσκόπουν τὴν τῶν γραμμάτων σου ἀπαγγελίαν, τέκνον μου ποθητόν· οὐ μόνον διὰ τὰ προγεγραμμένα μοι παρὰ σοῦ ὅπως ἀπέκβοι, ἀλλὰ γὰρ καὶ διὰ τὰ θρυλλούμενα ἐνταῦθα περὶ τοῦ σεισμοῦ· καὶ ὡς δεξάμενός σου τὴν ἐπιστολὴν ἀνέγνων, ἐξέστην ἔκστασιν ἱκανὴν, στενάξας ἐπὶ τοῖς συμβεβηκόσι, κατελεήσας τοὺς τεθνεώτας· εἶτα ὅτι καὶ τούτων γεναμένων, μένει ἀμείλικτος ἡ καρδία τῶν ἀσεβούντων, ἀνδριζομένη μᾶλλον μὲν οὖν ἐπὶ τῇ κακίᾳ· ἅπαξ γὰρ ζωγρηθέντες ἐν τῷ τοῦ διαβόλου θελήματι, ἀνανήξασθαι οὐ βούλονται, ἢ οὐδὲ βουλόμενοι δύνανται· τίς κοπάσει τὸν χειμῶνα; τίς ἰάσεται τὸ σύντριμμα τῆς καθ᾽ ἡμᾶς ἐκκλησίας; τίς ἄλλος, ἢ ὃς ἔφη τῇ θαλάσσῃ πεφίμωσο; ἀλλ᾽ οὐκ ἂν γένοιτο, εἰ μὴ μαθητιῶντες εἶεν Χριστῷ κατὰ ἀλήθειαν τινές, ὧν ὑπακούσειεν τῆς κραυγῆς ὁ θελητὴς τοῦ ἐλέους κύριος· γενοῦ οὖν εἷς τῶν τοιούτων, τέκνον, διὰ καθαρᾶς καρδίας, καὶ ἐξιλέωσαι ἵνα μὴ ἔτι ὀργιζόμενος ὁ θεὸς συναπωλέσῃ δίκαιον μετὰ ἀσεβοῦς κατὰ τὸ γεγραμμένον· στήριζε τοὺς ἑπτὰ διὰ γραμμάτων καί τινων ἀποστόλων· εὖ σε ποιῆσαι ὁ θεὸς ὅτι ἐχρηστεύσω πρὸς τὸν κληρικὸν Στέφανον, καὶ ἔτι χρήστευσαι δυνάμενος· ἀνάγνωθι τοῦ μητροπολίτου τὴν ἐπιστολὴν, καὶ δός μοι λόγον τῆς ἐρωτήσεως· λάβε δὲ καὶ παρὰ τοῦ ἀρχιεπισκόπου, ἀποκαλύπτων αὐτῷ τὴν γνώμην ὡς παρ᾽ ἐμοῦ, μὴ μέν τοι ὅτι γέγραφα τῷ μητροπολίτῃ· κοπιᾷς, τέκνον, τρέφων ἡμᾶς, τρέφεις δὲ ἕξ· ἐργόχειρον ἔλειψέν μοι τοῦ γράφειν, ὃ ἔχω εἰς πολλὴν παρηγορίαν καὶ βοήθειαν ψυχῆς· διὸ φρόντιζέ μοι ἀπάρτι ἐργόχειρα οἷα θέλεις συρμαιόγραφα· μόνον μὴ ζημιοῖς με εἰς τὰς τιμάς· εἶπον δὲ τῷ ἀδελφῷ τὸ τὶ πέμψοις συντόμως· προσαγόρευσον τοὺς σὺν σοὶ ἀδελφούς μου· οἱ ἐνταῦθα ἀσπάζονταί σε θερμῶς· ἀπηγγέλη μοι περὶ τῶν ἀποθανόντων· καὶ μακάριος ὁ μητροπολίτης· εἴη τὸ πνεῦμα αὐτοῦ μετὰ ἁγίων.