Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 62: To the Same
ξβ΄. Τῷ αὐτῷ.
Αἱ περιστάσεις, τὰς τῆς ψυχῆς ὑποστάσεις αὔξουσι, διὸ χρὴ τέκνον στῆναι γενναίως ἐν τοῖς συμβαίνουσι πειρασμοῖς, ὑπὸ θεοῦ παραχωρουμένοις εἰς δοκίμιον τῆς πίστεως ἡμῶν· γέγραπται γὰρ, ὃν ἀγαπᾷ κύριος παιδεύει· πόθεν οὖν γνωσθήσεται τὸ ὑπερβάλλον τῆς ἀσεβείας, εἰ μὴ διωγμοὺς καὶ κολαφισμοὺς ἐξυφάνη; πόθεν δὲ τῶν ὀρθοδόξων τὸ ὀχύρωμα, εἰ μὴ κατ᾽ ἴχνος βαδίσειεν τῶν προοδευκότων πατέρων, ἀρίθμει τοὺς πειρασμοὺς, καὶ τοσούτους εὑρήσεις τοὺς στεφάνους· μακάριοι οἱ ἀποθανόντες διὰ κύριον, ὅτι ἐν ἀκαριαίῳ χρόνῳ, αἰῶνας ἀτελευτήτους κερδήσουσιν· ἤρθη ὁ ἀρχιεπίσκοπος, ὃ καὶ προεμελέτων· ὁ Χριστὸς σὺν αὐτῷ· ὑπερεύχεσθε αὐτοῦ· ἐδάρη ὁ Εὐπρεπιανός· ἴδε θεοῦ ἀγαθότητα, ὅτι ηὐδόκησεν ὑπὲρ ὀρθοδοξίας αὐτὸν τυφθῆναι· προσεύχεσθε καὶ περὶ αὐτοῦ· σὺν αὐτῷ, καὶ τοὺς ἑπτὰ φυλάττεσθε· πέμψον τί τῷ ἀνθρώπῳ τοῦ θεοῦ εἰς βοήθειαν ἀμφοτέρων· οὐ δοκῶ δὲ ἔτι τὸ μοναστήριον κρατεῖν ὑμᾶς, ἀλλ᾽ οὐδὲ τὸν ἀρχιεπίσκοπον ἐξέρχεσθαι· καὶ χάρις τῷ θεῷ ἀδέτους ὑμᾶς εἶναι· μία μονὴ ἡμῶν ἀληθινὴ ἡ ἄνω Ἱερουσαλήμ· χαίρετε ἀδελφοί μου χαίρετε, ὅτι Χριστὸς χαίρεται διωκομένων ἡμῶν ὑπὲρ αὐτοῦ· ἄγγελοι κροτοῦσιν· ἅγιοι εὐλογοῦσι· δαίμονες σὺν εἰκονομάχοις πίπτουσιν, εἰ καὶ μαίνονται· ἕως δ᾽ ἂν ἐστὲ ἐν τοῖς αὐτόθι δηλοποιεῖτε ἡμῖν, καὶ ὅπως τὰ τῶν ἔσω συμβαίνει· ἐπὰν μετασταίητε, ἐξερχομένων αἱρετικῶν, ὅπου δοίη κύριος κλίναι σε κεφαλὴν τέκνον, εἰ δυνατῶς σχοίης, φανεροῖς· εἰ δὲ μὴ, οἶδα σε ποῦ εἶ, ἐν Χριστῷ γὰρ καὶ μετὰ Χριστοῦ· εἴη δὲ καὶ ἡμᾶς ὁμοίως σε διαγινώσκειν· ἀπαρασκεύαστος μὴ καθέζου, μὴ θάττον ἢ ἀρθεὶς ἢ διωχθείς· προσειπὲ τοῖς ἀδελφοῖς μου πᾶσιν, ἐξαιρέτως Πέτρῳ, Τιθοΐῳ, Ἰγνατίῳ, Τιμοθέῳ, καὶ τοῖς λοιποῖς· ὁ Χριστὸς μετὰ τοῦ πνεύματός σου διὰ τῆς πρεσβείας τοῦ πατρός μου· ἐμὲ οὐ δοκῶ ὅτι μεθιστῶ, εἰ μὴ ἆρα πρὸς τὸ δῆραι, ἢ ἄλλῃ ἐξορίσαι· εὔχεσθε περὶ τῆς ταπεινώσεώς μου, ἵνα ἰσχύς μου γένοιτο Χριστὸς δωρεὰν τῷ ὡς ἀληθῶς ἐκτρώματι· προσαγορεύουσιν οἱ ἀδελφοὶ γνησίως.