Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 63: To the Same
ξγ΄. Τῷ αὐτῷ.
Ὅσον ἠθύμησεν ἡμᾶς ἡ ἀκοὴ τῆς ἀσθενείας σου, τοσοῦτον εὐθύμησεν ἡ ἀπαγγελία τῆς ἀναῤῥώσεώς σου, τέκνον ἠγαπημένον· εἴ γε καὶ διαμενεῖ σοι, ἀλλὰ μὴ ἐξ ὀχλήσεως τῶν ἀδελφῶν, εἰς ὑποστροφήν σε ἔξει· ἐκεῖθεν γὰρ ᾤμην καὶ νοσῆσαι σε, χρησαμένῳ καὶ πολλῇ ὑδροποσίᾳ, τῇ τε ἀλλαγῇ τοῦ τόπου· εὖ δὲ γέγονεν ὅτι ἀφαίμαξας· πρὸς γὰρ τὴν κάκωσιν τῶν σπλάγχνων σου, πῶς ἂν ἄλλως διεφορήθης, ὅπου γε καὶ μετὰ τὴν ἀφαίρεσιν εἰ μὴ συντόνῳ χρήσῃ ἀλειφῇ, οὐκ ἂν εὐεκτήσειας ἐπὶ μακρῷ· διὸ ἐπιμελήθητι ἐν πᾶσιν, ἵνα δουλεύσῃς καὶ θεῷ, κἀμοὶ τῷ ἁμαρτωλῷ διακονῇς· ἐγὼ δὲ μᾶλλον ἔτι καὶ ἔτι ἀποκαθαίρωμαι τῆς νόσου, εἴη δὲ καὶ τῆς ψυχῆς· περὶ γὰρ ταύτης πᾶς ὁ λόγος παντὶ ἀνθρώπῳ· τὸ γὰρ σῶμα οὐδέν ἔστι καθὼς ὁ κύριος εἶπεν. Τὸ Χ ἐφοδίασον καὶ ἀπόστειλον πρὸς τὰ ἐν ἄστει· ἀσφαλιζόμενος αὐτὸν σοφίᾳ καὶ φρονήσει τὰ διατεταγμένα αὐτῷ ποιεῖν· μέσον δύο παθῶν ἐν μετχμίῳ κεῖμαι ὁ τάλας, φόβου τε τοῦ προσήκοντος, καὶ ἀφοβίας διὰ τὴν ἐντολὴν, ὡς πολλάκις σοι λέγω· οὐ γὰρ ἀρκεῖ μοι ἡ φρουρὰ πρὸς ἀπολογίαν, δυναμένῳ μοι λαλεῖν· εἰ γὰρ οἱ ἐχθροὶ τοῦ κυρίου τὸν Καίσαρα ἔχοντες βοηθὸν παῤῥησιάζονται τὴν ἀσέβειαν, ἐκκλίνοντες τὸν λαὸν τοῦ θεοῦ, καὶ ἐμπιπρῶσι πᾶσαν ἐκκλησίαν, τί ἡμεῖς οἱ τὸν ἁπάντων βασιλέα ἔχοντες, πεισώμεθα μηδὲ κρύβδην λαλοῦντες τοῖς ὁμοζήλοις; διὰ τοῦτο φησὶν ὁ θεολόγος· σιγᾷ τῶν εὐσεβούντων τὰ στόματα· ἀντὶ μεγάλης κατηγορίας τιθεὶς αὐτό· πάλιν δὲ φεύγειν τὸν πειρασμὸν προστετάγμεθα· μέσῳ οὖν χωρητέον, καθὼς εἴρηται· καὶ μετὰ τοῦτο καὶ τὸ ἐμπεσεῖν, μακάριον· μηδεὶς οὖν νοείτω οἷς γράφω, μηδ᾽ αὐτὸς ὁ ἀρχιεπίσκοπος, καὶ ὡς ὁ κύριος εὐοδοῖ· τὸν μητροπολίτην εἰ καὶ φεύγουσι τὸ Α καὶ τὸ Β, ἀλλὰ σὺ τέκνον λεληθότως ἑνοῦ αὐτῷ φιλίᾳ, δηλῶν καὶ τὴν ἐμὴν πρὸς αὐτὸν διάθεσιν· μεγάλως γὰρ ἠγωνίσατο ὑπὲρ θεοῦ ἐν τοῖς ἐπισκόποις· ἔχομεν τὰς χρείας πάνυ, μὴ ἀδολέσχῃ· ὁ θεός σε σώσει· πλεῖστα σε ἀσπάζονται οἱ ἀδελφοὶ, ἐξ ἡμῶν τὸν Κάλλιστον.