Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 64: To the Same
ξδ΄. Τῷ αὐτῷ.
Καὶ ἀκήκοα τὰ γεγονότα καὶ τεθαύμακα, οὐκ εἰς τὸν ἀποστάτην Νεκτάριον τοσοῦτον, ὅσον εἰς τὸν ἀσεβῆ οἰκο ὃν ὁ κύριος ἐθαυμάστωσεν· εἴπερ ἀληθεύει τέλειον ἡ ἀκοὴ ἐν ταῖς ἡμέραις ταύταις ταῖς πονηραῖς· ἀγὼν δέ μοι ὑπεισίει περὶ τῶν ἑπτὰ, ὅπως ἀποβῇ τὰ κατ᾽ αὐτοὺς, ἀλλὰ καὶ πάντας τοὺς ἠγαπηκότας τὴν ἐπιφάνειαν αὐτοῦ, ἤτις ἐστιν ὁρωμένη καὶ προσκυνουμένη ἐναργῶς ἐν τῇ ἀνθρωπομόρφῳ αὐτοῦ εἰκόνι· καλῶς ἐποίησας ἀναγγείλας ἡμῖν τὸ ἀκουσθέν· μήτηρ ἡμῶν γὰρ χρηματίζει πνευματική· ἐπεὶ καὶ πᾶς ὡσαύτως πάσχων, πατὴρ καὶ μήτηρ καὶ ἀδελφός· μεριμνῶμεν περὶ τοῦ Χ ἄρτι, ὃν ἀγάγοι κύριος ὑγιῶς καὶ ἀστείως· ἀπελάβομεν ἃ ἀπέστειλας· τῇ μνημονευσάσῃ ἡμῶν δὸς εὐλογίαν τὸ μαλάκιον, καὶ ἔχε αὐτὸς τὰ ἐντός· οὐ γὰρ εἴχομεν τί ἄλλο ἐξ ἑτοίμου· οἱ ἐνταῦθα ἀσπάζονταί σε· προσαγόρευσον τοὺς σὺν σοὶ περὶ ἡμῶν.