Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 65: To the Same
ξε΄. Τῷ αὐτῷ.
Μίᾳ καιροῦ ῥοπῇ πόσα γίνεται; ἤρθη ὁ Εὐπρεπιανὸς, ἐφ᾽ ῷ καὶ λυποῦμαι ἀποσκοπῶν τὸ τέλος· προεπήρθη ὁ Μιλήτου· μεριμνῶ κἂν τοῦτο· οἱ ἑπτὰ ποῦ καὶ πῶς εἰσιν καὶ διεγένοντο, καὶ λίαν κάμνω· ἀλλὰ ἀγαθὸς ὁ θεὸς τὰ σκῶλα εὐθετῆσαι· ἐπεὶ καὶ διὰ τοὺς Ἀγρινήτας στένω· ποῖον ὁ πονηρὸς ἔκαμεν; οἶδεν δὲ ὁ κύριος καὶ τὰς τῶν κακῶν αἰτίας ἀγαθοποιοὺς δυνάμεις ἀποφαίνειν· λύπη ἐν τούτοις, χαρὰ ἐν τοῖς ὁμολογηταῖς, εἴπερ εἰσὶν οὓς ἐδήλωσας· καὶ ἐκπληρώσειεν ὁ κύριος τὸν δρόμον αὐτῶν· εὖγε καὶ τῷ Μηδικιώτῃ καλῶς ἀποκριθέντι, ὃν καὶ ἄσπασαι περὶ ἐμοῦ· περὶ τῆς βουλῆς γέγραπται· πολλαὶ συμβουλείαι παρὰ τοῦ πέλας· ἑκάστῳ δὲ οὐδὲν τῆς οἰκείας βουλῆς ἁρμοδιώτερον· τοῦτο δὴ καὶ κρατήσωμεν, μὴ λαμβάνοντες τί παρὰ τῶν ὑπογραψάντων, ἂν ἆρα καὶ πέμψωσι· τελείως δὲ ἐμάθομεν ὅτι ὑπέγραψαν· τοὺς δὲ φόβους τέκνον χαίρειν ἔα, ἀποσκοπῶν μόνον εἰς τῷ θεῷ φίλον· ὁ γὰρ μὴ τοῦτο ζητῶν, οὐδὲ τὰ ἐνταῦθα ἕξει· τοὺς ἀδελφοὺς ἄσπασαι· οἱ μεθ᾽ ἡμῶν προσαγορεύουσιν.