Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 66: To the Same

ξϛ΄. Τῷ αὐτῷ.

Τὴν πρώτην περιοχὴν τῆς ἐπιστολῆς σου, τέκνον, μετὰ μειδιασμοῦ ἀνέγνω· ἐλθὼν δὲ εἰς τὴν ἔξωθεν συνεστάλην ἀπειδὼν τὸ μέγεθος τοῦ κακοῦ· πλὴν εὐλογητὸς ὁ θεὸς ὁ πάντα πρὸς τὸ συμφέρον οἰκονομῶν· ἑτοιμασθῶμεν ὡς Χριστοῦ στρατιῶται, κἂν ἁμαρτωλοὶ ἐσμέν· γλυκεῖς οἱ ῆλοι τοῦ δεσπότου, εἰ καὶ λίαν ὀδυνηροί· ἐπεὶ πάντως δεῖ ἡμᾶς τὸν κοινὸν θάνατον ἀποθανεῖν, ἀποθάνωμεν τὸν προαιρετικὸν ὑπὲρ Χριστοῦ, ἵνα μὴ φεύγοντες τὸ παθεῖν δι᾽ αὐτὸν πρὸς ὥραν τὰ ἀνθρώπινα, κολασθῶμεν αἰωνίως τὰ ἀθάνατα· βλέπε δὲ ὅτι ὁ ξενοδόχος τοῦ Λουπαδίου οὕτω προείρηκεν ἀπὸ χρόνου, καθὼς καὶ δεδήλωκά σοι διὰ στόματος· καὶ λοιπὸν, ἀληθές ἐστιν ὃ ἤκουσας· ἐπίχθητι, τέκνον μου, στηρίζειν ἑαυτὸν καὶ τοὺς ἀδελφούς· ὁ κύριός σε διαφυλάξειεν· εὔχου περὶ ἐμοῦ τοῦ ἀσθενοῦς.

· Contents ·