Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 67: To John, a Monk of the East
ξζ΄. Ἰωάννῃ μοναχῷ ἀνατολικῷ.
Ἐπειδὴ καὶ αὖθις ἐπέστειλας, ὦ φίλτατε παίδων καὶ ἀδελφῶν, καὶ πάλιν κἀγὼ κινῶ σοι γραφίδα, ὁμοῦ μὲν προσαγορευτικὴν, ὁμοῦ δὲ ὑπομιμνηστικὴν, ὅτι καλὸν ἀεὶ καὶ θεῷ φίλον αἰτιάζειν ἑαυτὸν ἕκαστον ἐφ᾽ ἅπασιν, ἀλλ᾽ οὐ τὸν πέλας· ἐξ οὗ καὶ τὸ ὂν, μειοῦσθαι πέφυκε· καὶ τὸ μὴ ὂν, οὐ προσγίνεσθαι· καὶ γοῦν περὶ τοῦδε ἅλις· δίδου γὰρ σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται· καὶ τῷ ἔμφρονι ἐκ βραχέων σπερμάτων, πολλὴ ἡ τοῦ νοητοῦ σίτου συγκομιδή· τί δὲ τὸ ἑξῆς; εὐχαριστία μοι τῷ ἁμαρτωλῷ καὶ αἴνεσις ὑπὲρ τῆς τοῦ ἐμοῦ ἀγαπητοῦ τέκνου Μελετίου προσλήψεως· οὐ μόνον γάρ σου εἰσακούω τῆς δεήσεως, ἀλλὰ γὰρ καὶ χάριν σοι ὁμολογῶ, ὦ ποθητὲ, μεγίστην τῆς προσενέξεως ἐξ ἐμμελοῦς σου εὐθυλογίας μετηνηνεγμένην ἐξ ἀκυβερνήτου ζήλου εἰς ὅρμον εὐταξίας καὶ ἀληθείας· καὶ ὦ τῆς προνοίας μὴ ἐώσης παντάπασιν ἀποπεπλανᾶσθαι τοὺς τὴν οἰκείαν σωτηρίαν τεταπεινωμένως ἐκζητοῦντας· προσείλημμαι οὖν αὐτὸν διὰ φωνῆς σου, καὶ σεσωμάτωκα τοῖς οἰκείοις μέλεσι· καί γε χαίρω ἐπὶ αὐτῷ μᾶλλον, ἢ ἐφ᾽ οἷς ἤμην ἐξ ἀρχῆς συνηρτημένος· ἐὰν δέ μοι καὶ ἐπιστείλῃ ὃ δεῖ καὶ γενέσθαι, καὶ ἀντιδέξεται τὰ εἰκότα· ὃν προσαγορεῦσαι παρακαλῶ σε, προσευχόμενον ὑπὲρ σωτηρίας μου ἀνεπιλήστως.