Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 68: To Nicetas the Mandator

ξη΄. Νικήτᾳ μανδάτωρι.

Διαγνοὺς τὴν μετὰ τῶν ἀδελφῶν μέχρι τοῦ Βυζαντίου διάσωσίν τοῦ ἠγαπημένου μοι δεσπότου, ὅπως τε ἀπεσυνόψισε καὶ ἀπεσυνοψίσθη τῷ βασιλεῖ, καὶ ὡς πάντα ἀκινδύνως αὐτῷ παρηκολούθησεν εὐδοκίᾳ θεοῦ, τὸν θεόν μου ἐδόξασα τὸν ἔξω ἐνέδρων σε καὶ πείρας καϊαφαϊκῆς διατηρήσαντι, μεσιτείᾳ τοῦ καλοῦ ἀνδρὸς καὶ δρομαρχοῦντος· γίνωσκε δὲ δέσποτα ὅτι κέντρον ἀγάπης οὐ τὸ τυχὸν ἡμῖν ἐνέθηκας ἐν τῇ ταπεινῇ ψυχῇ· πολλοὺς γὰρ κατὰ πολλὰς προφάσεις παραλαβὼν, ἐν οὐδενὶ οὕτω ἠγάσθην καὶ ἐτέρφθην ἄρχοντι βασιλικῷ, ὡς ἐπὶ σοὶ, κατά τε σύνεσιν φημὶ, φρόνησίν τε καὶ μειλιχιότητα, εὐθύτητα καὶ περιδεξιότητα, καὶ εἴ τι ἄλλο τῶν εἰς ἀρετὴν φερόντων· τὴν δὲ εὐσέβειάν σου ποῦ θήσω, τὸ φιλόλογόν τε καὶ φιλομαθὲς, τότε εὐσημείωτον καὶ εὐνούστατον; ἀλλὰ ποῦ παροίσω τὸ θεοταπείνωτον καὶ εὐσυγκατάβατον; κάμνοι ἂν ἡμῖν ὁ λόγος καὶ ἐπιστολῆς ἔκβοιμι μέτρον, εἰ πάντα καταριθμοίμην τὰ ἐνόντα σοι εἰς καλοκἀγαθίαν· ὡς ἔγωγε ἀδικεῖσθαι φαῖεν ἂν τὴν ἀλήθειαν, μὴ τῆς συγκλήτου σε τὰ πρῶτα ἔχειν· εἰ δ᾽ οὖν, ἀλλὰ τὰ δευτεροβαθροῦντα· ὅμως ἡ ἀρετὴ κἂν οὐχ ὑπό τινος ὑψοῦται, φύσει καὶ πρὸς αὐτῆς ἔχοι τὸ βασιλικόν τε καὶ ἄναντες· οὕτως ἐγὼ τὰ περὶ τῆς εὐγενείας σου φρονῶ· καὶ ὡς ἐμαυτὸν πείθω ἀκλέπτως ἐξ ἀγάπης· τοίνυν ἔχου τῆς ἀρετῆς σου, καὶ μή τινα φθονήσειας τῶν παραδυναστευόντων τοῖς βασιλεῦσιν· ἀλλὰ γὰρ καὶ μνημονεύειν ἡμῶν τῶν ἁμαρτωλῶν μὴ διαλείπῃς, ἐπικουρῶν τοῖς περὶ τὸν ἀββᾶν Ὑπάτιον, ἕως ἐνδέχεται· τοῦτο παρακαλοῦμεν, ὁμοῦ τε καὶ προσαγορεῦσαί σε τοὺς διαφέροντάς σοι, καὶ ἐμὲ διὰ σοῦ εὖ ποιήσαντας.

· Contents ·