Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 69: To a Logothetissa

ξθ΄. Λογοθετήσῃ.

Καιρὸς χαλεπὸς τοῦ διακομίζεσθαι γράμμα τῆς ταπεινώσεώς μου ἐν τοῖς αὐτόθι· ἀλλ᾽ ὅμως ἡ κατὰ θεὸν ἀγάπη τῆς κυριότητος σου ἔπεισεν ἡμᾶς ἐπιστεῖλαι, καὶ γνωρίσαι σοι ὅτι ἀνεπίληστος ἡμῖν ἐστιν ἡ θεοσέβειά σου καὶ ἡ πλουσία πεποίθησις ἣν περὶ ἡμᾶς τοὺς ἀναξίους ἔσχες, οὐδὲν ἔχοντας ἐπαγωγὸν ἐφελκύσασθαι τινὰ εἰς πίστιν· ἀλλ᾽ ὅμως οὐκ ἐζημιώθης ἐν τῇ ἀχρηστότητι ἡμῶν τὸν μισθόν σου, θεοῦ μετροῦντος καὶ δεχομένου τὸ ἔργον τῆς πεποιθήσεώς σου· διὸ καὶ εὐχόμεθα ὑγιαίνειν σε καὶ ἀτάραχον εἶναι ἐν εἰρήνῃ κυρίου κατὰ ψυχήν· οὐκ ἔστιν δὲ ἄνευ θλίψεων εἶναι ἄνθρωπον, παιδευτήριον ἡμῖν παραχωρουμένων ὑπὸ θεοῦ, ἵνα τὸ δοκίμιον ἡμῶν τῆς πρὸς αὐτὸν ἀγάπης καὶ πίστεως ἐντεῦθεν φανερωθῇ· φέρε οὖν τὰ συμβαίνοντα, καὶ χαῖρε ἐν τῇ ὑπομονῇ, ὅτι τὴν ἐλπίδα σοι τῆς σωτηρίας προξενεῖ· φύλαττε δέ σου καὶ τὴν ὀρθοδοξίαν παρακαλῶ μὴ συναπαχθεῖσαν τοῖς ἀπειθοῦσι τῇ ἀληθείᾳ διὰ τῆς ὕβρεως τῆς ἁγίας εἰκόνος Χριστοῦ, ἢ τῆς θεοτόκου, ἢ οὑτινοσοῦν τῶν ἁγίων· οἶδα γάρ σου τὴν ἐν ἅπασιν ὀρθότητα· ὁ θεός σε κυρία μου φυλάξειεν κατὰ πάντα, ὡς κειμήλιον αὐτοῦ ἅγιον.

· Contents ·