Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 70: To Canonesses
ο΄. Κανονικαῖς.
Ὅτι οὐκ ἐπιλέλησμαι τῆς κατὰ θεὸν ὑμῶν ἀγάπης, λογίζομαι καὶ αὐτὰς ὑμᾶς εἰδέναι· οὐ γὰρ ἂν ἀμνημόνευτος ὑμῖν διεξέρχομαι ἐπὶ τῶν προσευχῶν· οὐχ ὅτι ἀγαθὸν ἐν ἐμοὶ ἁμαρτωλῷ τυγχάνοντι, ἀλλ᾽ ὡς εἴρηται διὰ τὴν ἐν κυρίῳ ἀγάπην καὶ γνωριμίαν, προσθείην δ᾽ ἂν καὶ ὁμοσχημίαν· ἐγὼ δὲ διὰ πολλὰ ἔχω τοῦ μεμνῆσθαι ὑμῶν, ὅτι καὶ εὐσεβεῖς, καὶ εὐλαβεῖς, καὶ μέν τοι γε καὶ συμπαθεῖς πρὸς τὴν ταπείνωσιν ἡμῶν· οὐ γάρ τοι ἀμνημονῶ τῶν εὐποιειῶν καὶ χαρίτων ὑμῶν, τῶν ὀδυνῶν ἵν᾽ οὕτως εἴπω καὶ δακρύων ἐκ τῆς περὶ τὴν ἐξορίαν καὶ διὰ τὴν ἐξορίαν διαστάσεως ἡμῶν· διὰ ταῦτά τοι καὶ μνημονεύομεν καὶ περιέπομεν καὶ ἔχομέν σε ὡς μητέρα πνευματικήν· οὐ μὴν ἀλλὰ καὶ τὴν μετὰ σὲ τὰ δεύτερα διέπουσαν· προσευχόμενοι ὑμῖν τὴν ὑγιείαν καὶ ἀπὸ θεοῦ εὐλογίαν καὶ εὐπραγίαν ἐν τῇ ἀσκητικῇ ὑμῶν διαβιώσει· ἴσμεν γὰρ ὑμᾶς τὸν θεὸν φοβεῖσθαι, καὶ ἀγαπᾶν τὸν ἐρωμένον καὶ ἀντερῶντα ὑμᾶς Χριστόν· διὸ καὶ ἀγωνιῶμεν ἐφ᾽ ὑμῖν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην τῆς χριστομάχου αἱρέσεως· φευκτέον γὰρ ταύτην, ὦ μῆτερ, ἐκ παντὸς τρόπου· ἡ γὰρ κοινωνία αὐτῆς διίστησιν ἡμᾶς ἀπὸ Χριστοῦ· πέπεισμαι οὖν τὸ καθ᾽ ὑμᾶς, καὶ χαίρω ὅτι Χριστοῦ ἐστὲ θεραπεύτριαι καὶ ὑπηρέτριαι· δέομαι δὲ ἐνεργέστερον τὰς ὑπὲρ τῆς ταπεινώσεώς μου ποιεῖσθαι ὑμᾶς ἐντεύξεις πρὸς θεὸν, ὅπως ῥυσθῶ ἀπὸ τῶν παγίδων τοῦ ἐχθροῦ κατὰ πάντα.