Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 8: To Athanasius, His Son

η΄. Ἀθανασίῳ τέκνῳ.

Ἔγνω ὁ θεὸς τοὺς ὄντας αὐτοῦ, καθὰ γέγραπται· διὰ τοῦτο τέκνον μου περιπόθητον οὐκ ἠβουλήθη ἐν παραβύστῳ σε παρεξελθεῖν ἐν ταῖς ἡμέραις ταύταις, ἀλλ᾽ οἷον τινα μαργαρίτην εὐσεβείας εἰς προῦπτον φανερωθῆναι, ἵν᾽ ὅτι μάλιστα δοξασθῇ ὡς ἔν τισι τῶν προεχόντων ἀδελφῶν σου καὶ ἐπὶ τῇ σῇ στεῤῥοκαρδίᾳ· λυπηρὸν μὲν οὖν, πῶς γὰρ οὔ; τὸ διαζευχθῆναί σε τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου, οὐκ ἔχοντος ἰσοστάσιον τῆς ἀρετῆς σου εἰς παρηγορίαν καὶ συμβουλίαν· πλὴν οἶδεν οἰκονομεῖν θεὸς τὰ συμφέροντα, ἵν᾽ ἀμφοτέρων ἡ βάσανος τῆς ἀρετῆς διαδειχθῇ· χαίρω ἐπὶ σοὶ τέκνον μου καὶ ἐναβρύνομαι· Ἀθανάσιος εἶ, ἀλλὰ καὶ εἴης ἔργῳ καὶ λόγῳ εὐδοκίᾳ τοῦ δυναμοῦντος τὰ πάντα θεοῦ· ἔνεγκον τέκνον μου τὴν ὑπὲρ Χριστοῦ καὶ μετὰ Χριστοῦ φυλακήν· εἰ καί τι εὐδοκεῖ ἄλλο, δέξαιο ἀσπασίως· οὐ γὰρ τὸ παθεῖν, ἀλλὰ τὸ μὴ ὑποῖσαι διὰ Χριστὸν πάθη, δυσφορώτατον καὶ ἐπιζήμιον τοῖς ἔχουσι νοῦν· ὁ κύριος μετὰ τοῦ πνεύματός σου· καταλάβοι σε ἡ εὐχὴ τοῦ μακαρίου πατρὸς ἡμῶν καὶ τῶν ὁσίων ἀδελφῶν· προηγουμένως ἡ πρεσβεία τῆς ἁγίας θεοτόκου σὺν πᾶσι τοῖς ἁγίοις· μιμνήσκου μου τοῦ σοῦ ἁμαρτωλοῦ πατρός.

· Contents ·