Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 71: To an Abbess

οα΄. Ἡγουμένῃ.

Γνώριμος ἡμῖν ἔστιν ἡ σεμνοπρέπειά σου ἀπὸ διηγήσεως Ὑπατίου τοῦ πνευματικοῦ ἡμῶν τέκνου, οὐκ ἀπὸ τῆς κατ᾽ ὀφθαλμοὺς θεωρίας· ἄρτι δὲ καὶ μάλα ἔγνωσται ἡμῖν ἡ θεοσέβειά σου ἐκ τῆς κατὰ θεὸν ἐνστάσεως, ἑλομένης σου ἐκπεσεῖν καὶ μονῆς καὶ προστασίας ἀδελφῶν· καί γε ὑποστῆναι φυλακὴν ἣν κατεκρίθης, ἢ τῆς εἰς Χριστὸν πίστεως ἐκπεσεῖν· ἔκπτωσις γάρ ἐστιν ὡς ἀληθῶς Χριστοῦ, ἡ τῆς αὐτοῦ ἁγίας εἰκόνος ἄρνησις, ἣν οἱ νέοι Ἰουδαῖοι ἀπαιτοῦντες, τοὺς μὴ πειθομένους φυλακίζουσι, δήρουσι, πνίγουσι, θλίβουσι, πειράζουσιν, ἐξορίζουσι, σιδηροδεσμοῦσι, πᾶν ὁτιοῦν κακωτικὸν ἐπινοοῦντες· διὰ τοῦτο ὦ ἀμμᾶς ἀγαθὴ ἀκηκοότες σου τὴν τοιαύτην καλὴν ὁμολογίαν, δίκαιον ἡγησάμεθα διὰ τοῦ παρόντος γράμματος ἐπισκέψασθαί σε, προσφωνοῦντες σοι τὰ εἰς εἰρήνην· ὁ Χριστὸς μετὰ σοῦ, ὃν ἐπόθησας καὶ ὑπὲρ οὗ πάσχεις· εὐθύμει, κραταιοῦ, ἴσχυε ἐν τῷ ἐνδυναμοῦντι σε Χριστῷ· μὴ τὰ ἐν οἷς εἶ μόνον, ἀλλὰ καὶ ὅσα μέλλει συγχωρεῖν ἐπαχθῆναι εἰς δοκιμὴν τῆς ἀνυποκρίτου σου πίστεως Χριστός· μὴ εἴποις ἐξώκειλαν ἱεράρχαι, ἱερεῖς, ἡγούμενοι· κἀγὼ γυνὴ τὴν φύσιν ἔχουσα ἀσθενῆ, τί πράξω; πῶς ὑποίσω; μηδαμῶς, ὦ μῆτερ· ἕκαστος ἡμῶν εἴληφεν δύναμιν παρὰ θεῷ, ἀνήρ τε καὶ γυνὴ, νέος καὶ πρεσβύτης τῆς μέχρις αἵματος ὑπερμαχήσεως τοῦ θείου νόμου καὶ τῆς ὀρθοδόξου πίστεως ἡμῶν· καὶ οὐκ ἀρκέσει εἰς ἀπολογίαν ἡμῖν ἡ τοῦ πέλας πτῶσις· πόσοι καὶ πόσαι ἐν τοῖς ἄνω ὑπὲρ Χριστοῦ μαρτυρίοις; καὶ ὀλίγοι καὶ ὀλίγαι, ἵνα μὴ κατονοματίζω, αἱ τὸν τῆς ἀθλήσεως στέφανον κομισάμεναι· αὐταῖς οὖν ἐοικυῖα, στῆθι καὶ αὐτὴ ἀνδρείως παρακαλῶ· ὑπὲρ Χριστοῦ γάρ φησι πρεσβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν· δίδου δὲ ἡμῖν καὶ αὐτὴ ἀντὶ λόγου τὰς ἱκετηρίας σου, ὅπως καὶ ἡμεῖς οἱ ταπεινοὶ κατόπιν που τῶν ἁγίων ἡμῶν πατέρων τῶν ἐναθλούντων καταντήσωμεν.

· Contents ·