Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 72: To a Hypatissa
οβ΄. Ὑπατίσῃ.
Χρεώστην ἐμαυτὸν λογισάμενος τῆς κατὰ θεόν σου τιμιότητος διὰ τὸ ἀπολελαυκέναι με δωρεῶν σου εὐσεβείας, ἐπέστειλα τὸ παρὸν γραμματεῖον, ἀπολογίαν ποιούμενος τῇ κυριότητί σου· τί γάρ; ὅτι οὕτως κατηνύγη σου ἡ εὐσυμπάθητος ψυχὴ, πρῶτον μὲν ἀνοῖξαι θύραν τῆς θεοφυλάκτου σου οἰκίας τῷ ἀδελφῷ Προτερίῳ εἰς πᾶσαν ἀνάπαυσιν, καὶ ἐν τοιούτῳ καιρῷ, ὁπότε κλείουσιν οἱ πολλοὶ τῶν φίλων καὶ ἰδίων ἀπὸ προσώπου τῶν διὰ Χριστὸν διωκομένων φόβῳ ἀνθρωπίνῳ τὰς οἰκίας· ἔπειτα καὶ ἡμῖν τοῖς ταπεινοῖς παραπέμπειν ἅ ἐστιν εἰς ἀνάπαυσιν καὶ παρηγορίαν· πολλῆς οὖν κατανύξεώς σου καὶ ἀγαθότητος ἔργον, πολλῆς φιλευσεβείας καὶ φιλεντολίας δεῖγμα, εὐεργετεῖν ἀνθρώπῳ μὴ γνωριζομένῳ, ἀλλὰ καὶ ἁμαρτωλῷ τυγχάνοντι· ἀλλὰ τοῦτο οὐκ ὀρφανικὸν, ἐξ ἀγαθοῦ δὲ θησαυροῦ· ἑτέρων πλείστων ἀγαθοεργιῶν καὶ πίστεως ὀρθοδόξου σου ἀνίσχον, καθὼς ἡμῖν καὶ ὁ γραμματηφόρος ἀπαγγέλλει· δοξάζομεν οὖν τὸν θεὸν ἐπὶ σοι· ἐπείπερ εἰς δόξαν θεοῦ ὁ ἐνάρετος σου τῆς χηρείας βίος· εἶτα καὶ προσευχόμεθα διαμένειν σοι τὰ ἀγαθὰ ἀναφαίρετα, ὡς ἂν εὐκλεέστερον ἀεὶ διαβιοῦσα φθάσοις εἰς μέτρον τελειότητος, καὶ τύχοις τῆς βασιλείας τῶν οὐρανῶν, ἧς τὰ ἔργα ἐξανύοις γένοιτο.