Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 73: To Sergius the Consul, His Cousin
ογ΄. Σεργίῳ ὑπάτῳ καὶ ἐξαδέλφῳ.
Ἃ ἐπέστειλάς μοι γνησιώτατε καὶ ποθινώτατε ἐπέγνων, ἀποδεξάμενός σου τὴν ἀγαθὴν προαίρεσιν· ὅτι καὶ εὐτολμᾷς γράφειν ἐν ταῖς ἡμέραις ταύταις, καὶ παρηγορεῖς λόγοις ἐκ πολλῆς σου περιπονήσεως καὶ τῆς περὶ ἡμᾶς τοὺς ταπεινοὺς ἐλεημοσύνης· ἐγὼ δὲ ἀφεὶς τὰ ἐμαυτοῦ (οὐδὲ γάρ εἰσι χάριτι Χριστοῦ λυπηρὰ κἂν δοκῇ διὰ τὴν ὑπὲρ αὐτῶν ἐλπίδα) ἐπὶ τοῖς σοῖς συμβάμασι τρέπομαι ὁ ἁμαρτωλὸς, πῶς οὕτως ἀλλεπάλληλοί σου αἱ συμφοραὶ, ἔξωθεν, οἴκοθεν, ἐξ αὐτῶν τῶν τέκνων, ἀφ᾽ ὧν ὅτι μάλιστα ἔδει καὶ τὴν αὔξησιν τῆς οἰκίας, τήν τε χειραγωγίαν καὶ βακτηρίαν, καὶ εἴτι ἄλλο τῶν πατράσι φίλων εἶναι· φεῦ τῆς ἐμῆς ταλαιπωρίας, εἰς οἷα περιέστι σου ἡ ζωή· πίστευσόν με ὦ καλὲ ἐξάδελφε, ἅπτεταί μου τῆς ψυχῆς τὰ κατὰ σὲ, ὡς τοῦ πατρὸς ἡμῶν τοῦ μάκαρος αἰσθανομένου· ἠνιάτο γὰρ εἰ καί τις ἄλλος ἐπὶ ταῖς δυσπραγίαις σου· μὴ οὖν ἀθυμήσῃ· μᾶλλον μὲν οὖν εὐχαρίστως οἶσον, φέρε· οἶδεν γὰρ ἡμῖν ὁ ἀγαθὸς θεὸς καὶ διὰ τῶν ἐναντίων καὶ θλιπτικῶν οἰκονομεῖν τὰ συμφέροντα· μετὰ δὲ πάντα, ἔργον τὸ φυγεῖν τὴν κοινωνίαν τῆς χριστομάχου αἱρέσεως, ἧς ἡ μέθεξις μελαίνει τὴν ψυχὴν καὶ ἀπόλλυσιν· ὅσον οὖν δύνῃ, φρόντιζε σαυτοῦ, ὅτι τὰ μὲν ἄλλα κἂν ἀφῃρήμεθα, οὐδὲν μέγα· κἂν μὴ βουλόμεθα γὰρ πάντες πάντα καταλείψομεν, γυμνοὶ πρὸς τὸν κριτὴν μεταχωροῦντες ὡς ἐγεννήθημεν· τὴν δὲ πίστιν ζημιούμενοι, τὸ μέγιστον καὶ μόνον τῶν κινδύνων· μετὰ ταύτης γὰρ ἐξελευσόμεθα, καὶ αὐτὴ ἡμῖν παρασταίη μόνη μετὰ τῶν ἔργων ἐν ἡμέρᾳ κρίσεως αἰωνίως· μακαρία ἡ ἡγουμένῃ εἰ τελειώσειεν τὸν δρόμον αὐτῆς· καὶ αὖθις προσαγόρευσον τοὺς ἡμετέρους, οἷς καὶ εὔχομαι ἀεὶ ὡς ἁμαρτωλὸς τὴν σωτηρίαν.