Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 74: To Naucratius, His Son
οδ΄. Ναυκρατίῳ τέκνῳ.
Τὸ σπουδαῖον σου, τέκνον μου, τῆς τε πρὸς θεὸν ἀγάπης, καὶ τῆς περὶ ἐμὲ τὸν ταπεινὸν ἀναπαύσεως, οὐ διαλειμπάνεις ἐπιδεικνύμενος, ὡς καὶ τὰ νῦν ἀποστείλας τὸν ἀδελφὸν Κάλλιστον ἐν ἄστει πρὸς τὰ ἀναγκαίως ὀφειλόμενα, ὃν δεξάμενοι μετὰ τῶν γραμμάτων σοῦ τε καὶ τῶν ἐπιδοσάντων, ἐμάθομεν καὶ λυπηρὰ καὶ περιχαρῆ· τὸ μὲν διὰ τὸν λειποτακτήσαντα ἄθλιον Ὁρέστην, ὃς οὐδὲ τὴν τυχοῦσαν θλίψιν ἐνεγκὼν ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ ἀπηυτομόλησε πρὸς τοὺς ἐναντίους, ἐπίχαρμα γενόμενος καὶ δαίμοσι καὶ ἀσεβέσι, τὸ δὲ διὰ τοὺς σωζομένους ἀδελφοὺς ἡμῶν καὶ φέροντας τὰς κακώσεις ὑπὲρ θεοῦ· καί γε διὰ τοὺς πατέρας ἡμῶν τοὺς κοινούς· εἰ δὲ ὅτι ὠλίσθησεν ὁ δεῖνα καὶ ὁ δεῖνα, μὴ θαυμάσῃς, ἀλλ᾽ εἴ γε τις διασωθείη τέλεον, περὶ τούτου δόξασον· πολλὰ δεῖ καμεῖν, ἵνα κτήσηταί τις τὴν ἀθανασίαν· διὸ θάρσει, καὶ παραθαῤῥύνειν ἄλλους κατὰ τὸ ἐφικτόν σοι μὴ ἐκκακήσῃς· ἐπειδὴ δὲ καὶ περὶ ἡμῶν λόγος μεταστάσεως, λυπηρόν σοι τέκνον, οἶδα, ὥσπερ καὶ τοῖς ἀδελφοῖς σου· ἀλλὰ χάρις κυρίῳ, οὐδενὸς λόγον ποιοῦμαι, κἂν ἁμαρτωλός εἰμι, χάριν τῆς δόξης τοῦ Χριστοῦ, ὑπὲρ οὗ δονεῖται ἡ ταπεινὴ Γραικία μάλα· ἀλλὰ πῶς; ἵνα οἱ ἐκλεκτοὶ φανῶσι, μὴ πυρπολουμένης τῆς δοκιμασίας· ἔσω οἱ πατέρες τύπτονται καὶ λιμαγχονοῦνται, τί μέγα κἂν ἡμᾶς τοὺς ἀχρείους μεθορίσωσιν ἀλλαχοῦ; τοῦ κυρίου ἡ γῆ ὅπου ἂν ῥιφῶ ἢ μόνος ἢ καὶ μεθ᾽ ἑτέρων· τίνα δὲ αἱρήσομαι παραχωρούμενος συνοδίτην τῶν ἀδελφῶν οὐκ οἶδα· διὰ τὸ ἐφ᾽ ἑνὶ ἑκάστῳ διαμερίζεσθαί μου τὴν ταπεινὴν καρδίαν· πλὴν ὡς ἀπαγγελεῖ ὁ ἀδελφὸς, ἔστιν ἡ βουλή· εἰ δὲ εὐοδώσειεν κύριος πρὸ ἐπάρσεως ἰδεῖν ἡμᾶς ἀλλήλους, ἀσφαλέστερον διαθώμεθα καὶ περὶ τούτου καὶ περὶ ἑτέρων· εἰ δὲ μὴ, εἴη ὁ Χριστὸς μετὰ τοῦ πνεύματός σου· εὔχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ.