Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 75: To the Same

οε΄. Τῷ αὐτῷ.

Ἤδη ἀπεσώθημεν, τέκνον μου ἀγαπητὸν, ἕως τοῦ τόπου οὗ εὐδόκησεν ὁ ἀγαθὸς θεὸς ἡμῶν διὰ τὸ ὄνομα αὐτοῦ τὸ ἅγιον περιορισθῆναι ἡμᾶς, διανύσαντες τὴν ὁδὸν διὰ πέντε καὶ δέκα ἡμερῶν, οὐ πολλοῦ μετὰ κόπου, διά τε τὴν ἄβροχον καὶ ἄπηλον τρίβον, καὶ διὰ τὸ τὸν ἀπάγοντα ἡμᾶς εὐσπλάχνως πάνυ καὶ συμπαθῶς καὶ τιμητικῶς πρὸς τὴν ταπείνωσιν ἡμῶν διατεθῆναι· παρῳκήσαμεν οὖν ἐν τῇ Βονέτῃ ἐν τῇ ἑστίᾳ τῆς πατρικίας τῆς τοῦ Τύρκου, φιλοφρονηθέντες ὑπ᾽ αὐτῆς εὐμενῶς ἄγαν, καὶ μέν τοι γε καὶ ὑπὸ τῶν γειτνιαζόντων ἀρχόντων· ἔστι δὲ τὸ τῆς λίμνης ὕδωρ ἁλμῶδες, ἀϊχθύ· ἀλλ᾽ ὅμως ἡμῖν διὰ Χριστὸν καὶ τὸ ἁλμυρὸν γλυκὺ, καὶ ἡ ἀϋχθὺς ἰχθυοφοροῦσα· δίδου οὖν ἡμῖν τὰς προσευχὰς, ὅπως εἰς ἀρέσκειαν θεοῦ βιωτεύσωμεν ἐνθάδε, ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖρα σκεπόμενοι· καὶ πρὸς πᾶν ἡμῶν ἔργον καὶ λόγον κατὰ θέλησιν αὐτοῦ κινεῖσθαι· οἱ περὶ τὸν Ἄρχιππον ἀδελφοὶ ἐναπέμειναν· οὐκ οἶδα εἰ φθάσωσιν ἐλθεῖν, δι᾽ αὐτῶν δὲ οὐ πάντως ἐπιστέλλομεν δεδειότες· πολλή ἐστιν ἡ ὁδὸς καὶ οὐκ οἴδαμεν εἰ ἐλευθερίως ἔχεις ἑτέρους αὖθις ἀποστεῖλαι ἀδελφοὺς, εἴ γε καὶ προθυμοῦνται τινές· πλὴν εἰ καὶ εὕρηνται, χαλεπὸν ἐπιφέρειν αὐτοὺς τινὰς χρείας, οὐκ οἶδα εἰ μὴ βιβλία ἢ εἴ τι ἄλλο ἀναγκαῖον ὅπερ οὐκ ἔστιν ἐν τῷδε τῷ τόπῳ, καὶ κατὰ μικρόν· ἔστι καὶ πλοίμως ἐλθεῖν· ἀπὸ γὰρ Λυκίας τῆς κατὰ παρὰ θάλασσαν μέχρι τῶν ὧδε, ἑκατὸν μίλια τυγχάνει· χρήζω καὶ ἐργόχειρον τοῦ γράφειν· στέργω δὲ πρὸς πάντα τὰ κατὰ δύναμιν ὑμῶν· ὥστε κἂν οὔπω δέξομαι ἀπόκρισιν παρ᾽ ὑμῶν ἐξ ἀποκλεισμοῦ τυχὸν, ἢ ἐξ ἄλλης τινὸς δυσκολίας, φέρω εὐχαριστῶν τῷ κυρίῳ· τὸ γὰρ κατὰ πρόθεσιν ὑμῶν οἶδα, ὅτι καὶ τοὺς ὀφθαλμοὺς ὑμῶν εἰ χρεία καλεῖ, ἐξωρύξαντες ἂν, ἐδώκατέ μοι, πεποθημένα μου σπλάγχνα· ἕως τέκνον μου ἰσχύεις, μὴ δὸς ἑαυτῷ ἄνεσιν ἐπικουρεῖν τοῖς ἀδελφοῖς σου, στηρίζων, νουθετῶν, ἀλείφων· δεῖ γὰρ ἡμᾶς ἀγρυπνεῖν ὑπὲρ τῶν ψυχῶν αὐτῶν, ὡς ἀποδώσοντας τῷ κυρίῳ, καὶ μάλιστα τοῖς κεκρατημένοις κιχρῶ ἑαυτόν· Χριστὸς μεθ᾽ ἡμῶν ὁ νικήσας τὸν κόσμον, ὃ καὶ ἡμῖν παρεγγυῶν νικᾷν· διὸ μηδαμῶς ἀθυμῶμεν; κἂν σωματικῶς ὑπὸ τοῦ κόσμου χωριζόμεθα, κἂν εἰς ἐρήμους τόπους καὶ ἀοικήτους περιοριζόμεθα, κἂν θλιβόμεθα, κἂν ὑστερούμεθα, κἂν κατακλειώμεθα· ὅσον τὰ πάθη καταλέγονται, τόσον οἱ στέφανοι πληθύνονται· τίς ἄρα ἄξιος καὶ μελοκοπηθῆναι ὑπὲρ θεοῦ καὶ ἀποθανεῖν; συμμορφωθήσεται γὰρ περισσοτέρως τῷ Χριστῷ· ταῦτα ἴσθι, ἐν τούτοις σου ἡ μελέτη, ἡ εὐθυμία, ἡ χαρὰ καὶ ὁ στέφανος· τὰς ἔνδον τῆς ἐπιστολῆς σου ἐπιστολὰς, ἀπόδος κατ᾽ ὄνομα· ἄσπασαι τὸ Δ τὸ Λ, τὸν Ἰγνάτιον, τὴν ποθητήν μοι συνοδίαν σου, πάντας τοὺς φυλάττοντας μυστήριον· οἱ σὺν ἐμοὶ τρεῖς πλεῖστα σε προσαγορεύουσι σὺν τοῖς τῆς συνοδίας σου· ὁ κύριος μετὰ τοῦ πνεύματός σου τέκνον μου ὑπεραγαπώμενον.

· Contents ·