Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 76: To an Abbess

οϛ΄. Ἡγουμένῃ.

Ἐπιδὼν τὴν δύναμιν τῶν τιμίων σου γραμμάτων ὅση καὶ ἡλίκη πρὸς τὴν ἐμὴν ταπείνωσιν, ἐξ ἄκρας σου ταπεινοφροσύνης καὶ κατανύξεως, ἐκεῖνό μοι ἐπῆλθεν εἰπεῖν εἰ καὶ τολμηρὸν ὅ φησιν ὁ Χριστὸς, ὦ γύναι μεγάλη σου ἡ πίστις, γενηθήτω σοι ὡς ἐπίστευσας· καὶ γὰρ ἡ τοῦ δεομένου πίστις ἔστι δοκιμαζομένη παρὰ θεῷ, καθ᾽ ἣν καὶ δίδωσι τὰ αἰτήματα, κἂν πρὸς ἀνάξιον ἀναφέρωνται· αὐτὴν μὲν οὖν ταύτην τὴν συντετριμμένην σου προσφώνησίν τε καὶ πρόσπτωσιν, δικαίως ἄν τις ἐπαινέσειέν τε καὶ δικαιώσειεν· δίκαιος γάρ φησιν ἑαυτοῦ κατήγορος ἐν πρωτολογίαις· καὶ αὖθις ὁ Χριστὸς, ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· ἐπειδὴ δὲ καὶ βίον εἴλου μοναδικὸν, ἀνταλλάξασα τῶν φθειρομένων τὰ ἀΐδια, χαῖρε ἐπὶ τῇ καλῇ εὐβουλίᾳ σου, ἰχνηλατοῦσα καὶ ὀρεγομένη ἀεὶ τὰς εἰς βασιλείαν οὐρανῶν φερούσας τρίβους, διὰ τῆς ἀναλήψεως τῶν θεοποιῶν ἀρετῶν, δι᾽ ὧν προσγέγονε τοῖς ἁγίοις πατράσιν ἡ εἰς θεὸν ἄνοδος· δυνατὸν δὲ πᾶσαν ἡμέραν ἡμᾶς βελτιοῦσθαι καὶ μεταστοιχειοῦν ἑαυτοὺς εἰς τὰ κρείττονα· ἐπὶ τούτοις οὖν μοι ὁ πρῶτος λόγος· ἡμεῖς δὲ τί σοι προσαγάγοιμεν ἐπάξιον ἀνθ᾽ ὧν ἐκ πεποιθήσεως περιπόνως λίαν ἔσχες πρὸς τὴν εὐτέλειαν ἡμῶν, ὥστε μακαρίζειν τοὺς ξενίζοντας ἡμᾶς καὶ σαυτὴν ταλανίζειν· οὔπω μέγα τῶν ὑποδεξαμένων οἷον τὸ σόν· οἱ μὲν γὰρ ἀγχοῦ καὶ ἐξ ἑτοίμου τροφοδοτοῦσι· σὺ δὲ πόῤῥωθεν ὅτι μάλιστα διϊσταμένη, τῷ τῆς συμπαθείας πτερῷ προφθάνοις, τρέφουσα, πιαίνουσα, θάλπουσα· πῆ μὲν ἀπὸ Λαοδικίας ταῖς προσταγαῖς εἴληφα γάρ· πῆ δὲ ἀπὸ Βιθυνίας ταῖς ἀποστολαῖς· οὕτως ἡμᾶς κατὰ κράτος ἐξέστησας πᾶσαν τὴν ἔκστασιν ταύτην· τῆς Σουναμίτιδος πλεονάζουσα μικροῦ δεῖν κατὰ χάριν· κἂν ἡ μὲν προφήτην, ἡ δὲ ἀνομίτην ξενίζουσα· εἰ δὲ δεῖ προσθῆναι τῇ ἐξεικονίσει καὶ λόγον, ἕξεις ἐν γαστρὶ διανοίας μάλα τὸν τοῦ θεοῦ φόβον, καὶ ᾠδινήσειας τὸν οὐράνιον ἔρωτα καὶ τέξειας πνεῦμα σωτηρίας σου πληρεστάτης· ὁρᾷς οἵας φωνὰς ἀναλέγομαι μὴ ἔχων ὅπως ἀμείψομαί σοι τὰ γέρα; τί δὲ ἡμῶν ἀποθαυμάζεις τὸν λόγον, ἠγρικισμένον ὄντα καὶ ἐῤῥαψῳδημένον τῆς ἀγάπης τὸ πάθος· μακρὰν ἡμεῖς οἱ ἁμαρτωλοὶ οἷς παραβάλλεις, ἢ ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, ἔργῳ καὶ λόγῳ· εἰ δὲ τὰ λογίδρια ἡμῶν ἀρεστά σοι, χρῶ αὐτοῖς, εἰς δ᾽ ἄλλους μὴ ὕψου· τὸν κύριόν μου τὸν Σπαθάριον καλῶς ἐκθειάζεις, κάλλιστος γάρ ἐστιν, ὃν καὶ προσαγορεύω πλείστα· ἐπεὶ καὶ τοὺς αὐτοῦ κλάδους ἐκ ῥίζης ἀγαθῆς ἀνατεθηλότας· ὁ θεὸς τῆς εἰρήνης ἔστω μετὰ σοῦ.

· Contents ·