Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 77: To Theodore the Spatharius
οζ΄. Θεοδώρῳ σπαθαρίῳ.
Τὴν ἐπιστολὴν ἄρτι εἰμὶ χαράττων τῇ εὐσεβείᾳ σου, ὅτε τὴν φάσιν ἐδεξάμην παρὰ τοῦ ἐπιφοιτήσαντος βασιλικοῦ τῆς μεθορίσεως ἤγουν ἐξορίας ἡμῶν τῶν ταπεινῶν· καὶ ὅσον μὲν πρὸς τὴν ἐπίτασιν ὥκνουν τοῦ γράφειν, ὅσον δὲ πρὸς τὸν πόθον, ἐκίνουν τὴν γραφίδα· καί γε νενίκηκεν ὁ πόθος τὸν τρόπον· ἔχει γὰρ ἐπὶ χεῖρας ἡ μεγαλοσύνη σου τὸ γραμματεῖον, ὁμοῦ μὲν προσηγορίαν φιλικὴν ἔχον, ὁμοῦ δὲ ἀπολογίαν εὐχαριστείας φέρον, χάριν τῶν δωρεῶν ὧν εἴληφα παρὰ τῆς φιλοθέου ὑμῶν δεξιᾶς· συλλαμβάνω γὰρ καὶ τὸ τίμιον πρόσωπον τῆς κυρίας τῆς πενθερᾶς, ἧς πολλὴν ἔγνων τὴν εἰς ἐμὲ τὸν ἁμαρτωλὸν προαίρεσιν· ἀμφοτέρους οὖν περιφυλάξειεν ὁ κύριος ἀσινεῖς καὶ εὐθυνουμένους εἰς τὰ πρὸς κύριον· τὰ γὰρ κατὰ βίον κεχάρισται ὑμῖν· ἤσθην δὲ μαθὼν τόν τε εὐσεβῆ ζῆλον σου, δέσποτα, καὶ τὸ περὶ τὴν ἀλήθειαν φιλομαθές σου, καὶ μὴν καὶ τὸ περὶ τοὺς μονάζοντας φιλόξενόν σου· ἀλλ᾽ εἰ καὶ οἱ καρποὶ ὡραῖοι εἰς ὅρασιν τοῦ δένδρου, ὅμως ἐκ τῆς ῥίζης ἡ αἰτία· τίς δ᾽ ἂν εἴη αὕτη, ἢ ὁ ἁγιώτατος μητροπολίτης καὶ πατὴρ ἡμῶν πνευματικός; οὗ τοῦ εὐχαῖς σωθείημεν ἀμφότεροι πανέστιοι· ἔῤῥωσο ἐν κυρίῳ τὰ πάντα μοι ποθεινότατε καὶ πανευκλεέστατε.