Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 78: To Naucratius, His Son

οη΄. Ναυκρατίῳ τέκνῳ.

Γίνωσκε, τέκνον μου, ὅτι πάλιν κατέλαβεν ὁ ἐξορίσας ἡμᾶς ἀγαθὸς ἀνὴρ μετὰ ἀπειλῆς τοῦ βασιλέως, διὰ τὰ δηλωθέντα αὐτῷ παρ᾽ ἡμῶν, καί περ οὐ πάντα, εἰπόντος τοῦ βασιλικοῦ, πρὸς τὸ δῆραι με ἑκατὸν μάστιγας, καὶ ἐπάραι τοὺς δύο ἀδελφοὺς Λουκιανὸν καὶ Ὑπάτιον, τά τε βιβλία πάντα μέχρι καὶ τροπολογίου· οὐ μὴν ἀλλὰ καὶ εἰκόνα εὑρισκομένην, ἕως ἐγκολπίου, χρυσίον τε ἅμα, καὶ ἐάσαι μοι δέκα νομίσματα· πρὸς ταῦτα ηὐχαρίστησα τῷ ἀγαθῷ μου θεῷ εἰδότι τὸ συμφέρον· καὶ οὕτω τὰ καθ᾽ ἡμᾶς πάντως οἰκονομοῦντι· ἀπεκρίθην αὐτῷ, ὅτι ἐγὼ οὐχὶ δαρῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ· τοῦτο μὲν οὖν ὡς ἠβουλήθη πεποίηκεν· ἐγὼ δὲ τοὺς ἀδελφοὺς προαιρούμην καὶ τὸν Νικόλαον αὐτὸν συναπάραι, ἀλλ᾽ οὐ κατεδέξατο· βιβλία ἦρεν τὴν κλίμακα καὶ τροπολόγιον· περὶ χρυσίου εἶπον αὐτῷ, ὅτι εἰ ἐπ᾽ αὐτῷ ἤμην πεποιθὼς, τί καὶ ὑπομένω ταῦτα; διαχωρισθεὶς οὖν αὐτῶν, εἰμὶ μετὰ Νικολάου, φύλακα ἔχων ἀεὶ συγκαθεζόμενον ἡμῖν· εὔχου οὖν καὶ ὑπερεύχου ὑπομονητικῶς ἡμᾶς καὶ εὐχαρίστως διαζῆσαι· εὖ τε παρατεταγμένους πρὸς πάντα τὰ θλιβερὰ μέχρι θανάτου· καὶ μέν τοι γε καὶ ἀβλαβῶς εἶναι μετ᾽ ἀλλήλων, ἔχοντας τὸν θεὸν ἐν μέσῳ· οὗ γάρ ἐστιν ἐκεῖνος, ἐκεῖ πάντα οἰστά· διὸ ἀνδρίζου καὶ αὐτὸς, ἥξει γὰρ πάντως καὶ πρὸς ὑμᾶς ἡ πεῖρα δι᾽ ἣν οἴομαι καὶ μετεξωρίσθαι ἐνταῦθα· ἀλλ᾽ ἔχεις τὸν κύριον βοηθοῦντά σοι ὑπὲρ οὗ καὶ τὸ πάσχειν· μὴ πτοηθῆτε τέκνα μου ἀπειλὰς ὡς εἴθισται, μηδ᾽ αὖ πληγὰς, ἀφορῶντες εἰς Χριστὸν, ὃς δι᾽ ἡμᾶς ἐτραυματίσθη· ἀλλὰ μὴν μηδὲ θάνατον· ζωῆς γάρ ἐστιν αἰωνίου ἐφόδιον· ἐγὼ ἀσθενὴς, περιπαθὴς, ἀλλ᾽ ἔχων τὰς εὐχὰς ὑμῶν σὺν τῶν μακαρίου πατρὸς ἡμῶν καὶ τῶν πάντων ἀδελφῶν, χαίρω ὅ τι ἂν καὶ πάθω ἕτερον· μόνον γρηγορεῖτε προσευχόμενοι, δυναμούμενοι τῷ πνεύματι, εἰς τὸ θεαρέστως ὑπαντῆσαι πρὸς πάντα· αὐτὸ τοῦτο μυστικῶς προσαγορεύων προσειπὲ τὸ Δ καὶ τὸ Λ, τὸν Ἰγνάτιον, εἴ τι ἄλλον πιστόν· ὁ θεὸς εἴη σοι εὐχαῖς τοῦ πατρός μου ὑπερασπιστὴς καὶ περιφύλαξ περὶ πάντα.

· Contents ·